τῇ ἁγίᾳ Παρθένῳ, τὸ ἐκείνης πταῖσμα [ἄλ. πτῶμα] ἀνασέσωσται. Καὶ 10.1149 οὐ πρότερον ἡ ἁγία τὸ δῶρον ἐκαρτέρησεν ὑποδέξα σθαι, πρὶν ἂν μάθῃ τίς ὁ πέμπων, καὶ τί τὸ δῶρον, καὶ τίς ὁ φέρων.
Ταῦτα καθ' ἑαυτὴν διηπόρει ἡ ἁγία λέγουσα, φησὶ, πρὸς τὸν ἄγγελον· Πόθεν ἡμῖν οὕτως τὴν εὐλογίαν ἐξεκόμισας; Ἐκ ποίων ἡμῖν θησαυρῶν ὁ μαργαρίτης τοῦ λόγου ἀπέσταλται; Πόθεν ἡμῖν ἡ δωρεὰ τὴν ὑπόθεσιν [ἄλ. ὑπόσχεσιν] κέκτηται. Ἐξ οὐρανοῦ παραγέγονας, ἀλλ' ἐπὶ γῆς βαδίζεις· ἀνθρώ που χαρακτῆρα ἐπιδεικνύεις, καὶ λαμπάδα φωτὸς ἀπαστράπτεις. Ταῦτα ἐν ἑαυτῇ ἡ ἁγία διενοεῖτο, τοιούτοις δὲ λόγοις ὁ ἀρχάγγελος τὴν διάκρισιν αὐτῆς ἔλυσεν, εἰπὼν πρὸς αὐτήν· Πνεῦμα ἅγιον ἐπελεύ σεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. ∆ιὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθή σεται Υἱὸς Θεοῦ. Καὶ μὴ φοβοῦ, Μαριάμ· οὐ γὰρ φόβῳ καταπλῆξαί σε παραγέγονα, ἀλλ' ἀποδιῶξαι τοῦ φόβου τὴν ὑπόθεσιν. Μὴ φόβου, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Τὴν χάριν κατὰ φύσιν μὴ ἀνά κρινε. Νόμοις [ἄλ. νόμῳ] γὰρ φύσεως, ἡ χάρις ὑπο βαίνειν οὐκ ἀνέχεται.
Ἔγνως, ὦ Μαριὰμ, τὰ τοὺς πα τριάρχας καὶ προφήτας λανθάνοντα. Μεμάθηκας, ὦ Παρθένε, ἃ μέχρι τοῦ νῦν κεκρυμμένα καὶ τοῖς ἀγ γέλοις ἐτύγχανον. Ἀκήκοας, ὦ παναγία, ὧν οὐδέπω ὁ χορὸς τῶν θεοφόρων ἠξίωται. Μωϋσῆς καὶ ∆αβὶδ, καὶ Ἡσαΐας, καὶ ∆ανιὴλ, καὶ πάντες οἱ προφῆται περὶ αὐτοῦ προεκήρυξαν· ἀλλὰ τὸ πῶς, οὐκ ἐπί σταντο. Σὺ δὲ μόνη, ὦ παναγία Παρθένε, τὰ τούτοις ἅπασιν ἀγνοηθέντα μυστήρια, νῦν ὑποδέχῃ, καὶ μαν θάνεις [ἄλ. ὑποδέχου, καὶ μάνθανε] τὸ πόθεν. Ὅπου γὰρ Πνεῦμα ἅγιον, πάντα ἑτοίμως κατήρτισται. Ὅπου θεία χάρις, πάντα τῷ Θεῷ δυνατά. Ἅγιον Πνεῦμα ἐπὶ σὲ ἐπελεύσεται, καὶ δύναμις Ὑψίστου ἐπι σκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Εἰ δὲ Υἱὸς Θεοῦ, καὶ Θεὸς, σύμμορφος τῷ Πατρὶ, καὶ συναΐδιος, ἐν ᾧ πᾶσαν κέ κτηται ὁ Πατὴρ τὴν φανέρωσιν· ὁ χαρακτὴρ ἐν τῷ προσώπῳ, καὶ διὰ τοῦ ἀπαυγάσματος ἡ δόξα κατα λάμπεται. Καὶ ὥσπερ ἐκ τῆς ἀεννάου πηγῆς οἱ πο ταμοὶ προέρχονται· οὕτως καὶ ἐκ ταύτης τῆς ἀεν νάου καὶ ἀειζώου πηγῆς, προέρχεται τὸ φῶς τοῦ κό σμου, τὸ ἀένναον καὶ ἀληθινὸν, Χριστὸς ὁ Θεὸς ἡμῶν. Περὶ ταύτης γὰρ οἱ προφῆται κεκράγασιν· Τοῦ πο ταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι [γρ. τὸ ὅρμημα εὐφραίνει] τὴν πόλιν τοῦ Θεοῦ· οὐ μίαν δὲ πό λιν, ἀλλὰ πάσας· ὥσπερ γὰρ μίαν πόλιν, εὐφραίνει τὴν οἰκουμένην ἅπασαν. Πρεπόντως τοίνυν ὁ ἄγγελος [ἄλ. ἀρχάγγελος] τῇ ἁγίᾳ Μαρίᾳ Παρθένῳ πρώτῃ πάντων, τό· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, προεσήμανεν· ἐπειδὴ μετ' αὐτῆς ὅλος ὁ θησαυ ρὸς τῆς χάριτος ἐναπέκειτο. Ἐκ πασῶν γὰρ γενεῶν αὕτη μόνη παρθένος ἁγία σώματι καὶ πνεύματι γέ γονεν· καὶ μόνη φέρει τὸν τὰ πάντα τῷ ῥήματι φέ ροντα. Καὶ οὐ μόνον θαυμάζειν ἔστιν τὸ τῆς ἁγίας τὸ ἐν σώματι κάλλος· ἀλλὰ καὶ τῆς ψυχῆς τὸν ἐνά ρετον τρόπον. ∆ιὸ καὶ τό· Χαῖρε, κεχαριτωμένη, αὐτῇ πρώτῃ ὁ ἅγγελος [ἄλ. ἀρχάγγελος] προσεφώ νησεν· Ὁ Κύριος μετὰ σοῦ, καὶ οὐ γήϊνος νυμφίος· 10.1152 ἀλλ' αὐτὸς ὁ τοῦ ἁγιασμοῦ Κύριος, ὁ τῆς ἁγνείας [ἄλ. ἁγίας] πατὴρ, ὁ τῆς ἀφθαρσίας κτίστης, καὶ τῆς ἐλευθερίας δοτὴρ, ὁ τῆς σωτηρίας κηδεμὼν, καὶ τῆς ἀληθοῦς εἰρήνης ταμίας χορηγὸς, ὁ ἐκ τῆς Παρθένου γῆς πλάσας τὸν ἄνθρωπον, καὶ ἐκ τῆς ἐκείνου πλευ ρᾶς τὴν Εὔαν προσλαβόμενος [ἄλ. προβαλλόμενος]· οὗτος ὁ Κύριος μετὰ σοῦ, καὶ πάλιν ἐκ σοῦ. ∆εῦρο [ἄλ. δεῦτε] τοίνυν, ἀγαπητοὶ, καὶ ἡμεῖς τῷ ἀγγελικῷ αἴνῳ συνεπόμενοι, τὴν κατὰ δύναμιν ὀφειλὴν εὐγνώ μονες [γρ. εὐγνωμόνως] ἀποτίσωμεν, λέγοντες· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· Σὸν γὰρ τὸ χαίρειν ἀληθῶς· ἐπειδὴ μετὰ σοῦ ἡ θεία χάρις, ὡς οἶδεν, ἐσκήνωσεν· μετὰ τῆς δούλης, ὁ Βασιλεὺς τῆς δόξης· μετὰ τῆς ὡραίας, ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· μετὰ τῆς ἀμιάντου, ὁ ἁγιάζων τὰ σύμπαντα. Μετὰ σοῦ ὁ Θεὸς, καὶ τέλειος ἄνθρωπος, ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεό τητος. Χαῖρε, κεχαριτωμένη, ἡ πηγὴ τοῦ φωτὸς, τοῦ φωτίζοντος