In annuntiationem sanctae virginis Mariae

 τῇ ἁγίᾳ Παρθένῳ, τὸ ἐκείνης πταῖσμα [ἄλ. πτῶμα] ἀνασέσωσται. Καὶ 10.1149 οὐ πρότερον ἡ ἁγία τὸ δῶρον ἐκαρτέρησεν ὑποδέξα σθαι, πρὶν ἂν μάθῃ τίς ὁ πέμπ

 πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἡλίου ἡ ἀνατολὴ [ἄλ. ἡλίου τῆς δικαιοσύνης ἡ ἀνατολὴ], καὶ τὸ τῆς ζωῆς ἀμίαντον ἄνθ

 προαίρεσιν, λογικῆς με ταδώσῃ αἰσθήσεως. Ἐν τῇ τραπέζῃ τῶν κτηνῶν προε τέθη ὁ οὐράνιος ἄρτος [ἄλ. προσετέθη ἄρτος τῆς ζωῆς], ἵνα τοῖς κτηνώδεσιν τοῖς

 κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, αὐτῇ εὐαγγελίζεται οὕτως· Χαῖρε, κεχα ριτωμένη. Σὺ γὰρ τὰ τῆς ὄντως χαρᾶς πράττεις ἄξια· ἐπειδὴ σὺ τὸν ἄσπιλον χιτῶνα

 Αὕτη, ὁ ἀειθα λὴς τῆς ἀφθαρσίας παράδεισος· ἐν ᾗ τὸ ζωοποιὸν ξύλον φυτευθὲν, τοῖς πᾶσιν χορηγεῖ ἀθανασίας καρ πούς [ἄλ. ἀφθαρσίας καρπόν]. Αὕτη, παρθέ

 ὁρώμενον· Χριστὸς δὲ, τὸ θεολογούμενον· εὐαγγελίζεται τοίνυν ἡμῖν τὴν πολυύμνητον τοῦ Σω τῆρος οἰκονομίαν· ὅτι Θεὸς ὢν, διὰ φιλανθρωπίαν ἄνθρωπος γέγο

 ἐδέχετο. Καὶ τότε μετὰ σπουδῆς πρὸς τὴν Ἐλισάβετ τὴν συγγενίδα αὐτῆς, εἰς τὴν ὀρεινὴν ἐπορεύετο. Καὶ εἰσελθοῦσα εἰς τὸν οἶκον τοῦ Ζαχαρία, ἠσπάσατο τὴ

 περιούσιον ἑαυτῷ κατεσκεύασεν. Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. Τοιγαροῦν τὴν τῶν Ἰουδαίων ἐκβολὴν, καὶ τὴν τῶν ἐθνῶν εἰσαγωγὴν ἐν

 Τριὰς ἁγία καὶ ὁμοούσιος ἐν τῷ κόσμῳ γνωρίζεται. Μετὰ σοῦ, καὶ ἡμᾶς καταξίωσον μετασχεῖν τῆς τελείας σου χάριτος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ'

προαίρεσιν, λογικῆς με ταδώσῃ αἰσθήσεως. Ἐν τῇ τραπέζῃ τῶν κτηνῶν προε τέθη ὁ οὐράνιος ἄρτος [ἄλ. προσετέθη ἄρτος τῆς ζωῆς], ἵνα τοῖς κτηνώδεσιν τοῖς ἀνθρωπίνοις μυστικῆς βρώ σεως χορηγήσῃ μετάληψιν. Καὶ οὐδὲ τόπος ἦν αὐτοῖς ἐν τῷ καταλύματι. Τόπον οὐκ εἶχεν, ὁ οὐρανὸν καὶ τὴν γῆν τῷ λόγῳ κατασκευάσας· ἐπειδὴ, πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ταπείνωσιν ἄκραν ἑλόμε νος [ἄλ. ἀνελόμενος], διὰ τὴν σωτηρίαν τῆς ἡμετέρας φύσεως, τῆς ἐμφύτου αὐτοῦ πρὸς ἡμᾶς ἀγαθότητος. Ὁ ἀποῤῥήτων μυστηρίων [ἄλ. ἀποῤῥήτῳ μυστηρίῳ] τῆς οἰκονομίας πληρώσας πᾶσαν διοίκησιν [ἄλ. δι καιοσύνην] ἐν οὐρανῷ ἐν κόλπῳ τοῦ Πατρὸς, καὶ ἐν σπηλαίῳ ἐν ἀγκάλαις μητρὸς, ἀνεπαύσατο ἐν τῇ φάτνῃ. Ἀγγελικαὶ χορεῖαι περιεκύκλωσαν αὐτὸν, ἐν οὐρανῷ δοξολογίαν, καὶ ἐπὶ γῆς εἰρήνην καταμη νύοντες. Ἐν οὐρανῷ ἐκ δεξιῶν τοῦ Πατρὸς ἐκαθέζετο· καὶ ἐν τῇ φάτνῃ ὡς ἐπὶ τῶν χερουβὶμ ἀνεπαύσατο. 10.1156 Θρόνος ἀληθῶς καὶ οὗτος χερουβικός· θρόνος βασιλι κός· Ἅγιος ἁγίων, ἔνδοξος μόνος ἐπὶ τῆς γῆς, τῶν ἁγίων ἁγιώτερος· ἐν ᾧ ἀνεπαύσατο Χριστὸς ὁ Θεὸς ἠμῶν. Ὧι ἡ δόξα, τιμὴ, καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ ἀχράντῳ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ αὐτοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου ἐπισκόπου τῆς

Νεοκαισαρείας Πόντου, τοῦ Θαυματουργοῦ, ἐγκώμιον εἰς τὸν Εὐαγγελισμὸν τῆς παναγίας θεοτόκου καὶ ἀεὶ παρθένου τῆς Μαρίας,

λόγος βʹ. Ἑορτὰς μὲν ἁπάσας καὶ ὑμνῳδίας, δέον ἡμᾶς θυσιῶν δίκην προσφέρειν τῷ

Θεῷ· πρώτην δὲ [ἄλ. πρῶτον δὲ] πάντων, τὸν Εὐαγγελισμὸν τῆς ἁγίας Θεοτόκου, τὸ, Χαῖρε, κεχαριτωμένη, τὸν παρὰ τοῦ ἀγγέλου πρὸς αὐτὴν γεγονότα· ἐπειδὴ καὶ πρώτη πάσης σοφίας [ἄλ. πρὸ τῆς σοφίας πάσης] καὶ σωτηρίου διδασκαλίας ἐπὶ τῆς νέας διαθήκης, τὸ Χαῖρε κεχαριτωμένη, παρὰ τοῦ Πατρὸς τῶν φώτων ἡμῖν ἀπεστάλη. Κεχαριτωμένη δὲ εἰπὼν, πᾶσαν τὴν φύσιν τῶν ἀνθρώπων συμπεριέλαβεν. Χαῖρε, κεχα ριτωμένη, ἐπὶ τῇ ἁγίᾳ συλλήψει καὶ ἐπὶ τῇ ἐνδόξῳ κυήσει Εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ. Πάλιν ἐπὶ τὸ σωτήριον πάθος ὁ Κύριος ἐρχόμενος, ἔλεγεν· Ὄψομαι ὑμᾶς, καὶ χαρίσεσθε, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἱρεῖ ἀφ' ὑμῶν. Καὶ μετὰ τὸ ἀναστῆναι, πάλιν διὰ τῶν ἁγίων γυναικῶν, πρῶτον τὸ χαῖρε [ἄλ. χαίρετε] ἡμῖν εὐαγ γελίζεται. Πάλιν παραπλήσια τούτοις ὁ Ἀπόστολος κέκραγεν· Πάντοτε, λέγων, χαίρετε· ἀδιαλείπτως προσεύχεσθε· ἐν παντὶ εὐχαριστεῖτε. Ὁρᾶτε τοί νυν, ὦ ἀγαπητοὶ, πῶς τὴν ὑπὲρ ἔννοιαν καὶ ἀένναον χαρὰν, ἀδιαιρέτως πανταχοῦ ἡμῖν ὁ Κύριος ἐδωρή σατο. Ἐπειδὴ γὰρ ἡ ἁγία Μαρία ἐν σαρκὶ οὖσα, τὴν ἄφθαρτον πολιτείαν ἐκέκτητο, ἀρεταῖς τε παν τοίαις πολιτευσαμένη, καὶ βιώσασα κρεῖττον ἢ κατὰ ἄνθρωπον· διὰ τοῦτο, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος σάρκα ἀναλαβεῖν, καὶ τέλειον ἀνθρώπινον ἐξ αὐτῆς κατη ξίωσεν· ἴνα δι' ἧς σαρκὸς ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, διὰ τῆς αὐτῆς σαρκὸς κατακριθῇ ἡ ἁμαρτία ἐν τῇ σαρκὶ, καὶ νικηθῇ ὁ τῆς ἁμαρτίας πειραστὴς, ἐν τῇ ταφῇ [ἄλ. ἐν τῆ ἀφῇ] τοῦ ἁγίου σώματος· καὶ ἀρχὴ ἀνα στάσεως ἅμα ἀποδεχθῇ, καὶ ζωὴ αἰώνιος ἐν κόσμῳ πολιτευθῇ, καὶ Θεοῦ Πατρὸς ἀνθρώποις γένηται κοι νωνία. Καὶ τί εἴπωμεν, ἢ τί παραλείπωμεν; ἢ τίς ἐξηγήσεται τοῦ μυστηρίου τὸ ἀκατάληπτον; Ἀλλὰ νῦν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Πρὸς Παρθένον ἁγνὴν Γαβριὴλ ἀπέσταλται· ὁ ἀσώματος πρὸς τὴν ἐν σώματι μετελθοῦσαν τὴν πολιτείαν τὴν ἄφθαρτον, ἐν ἁγνείᾳ, καὶ ἐν ἀρεταῖς βιώσασαν. Καὶ ἐλθὼν πρὸς 10.1157 αὐτὴν, πρῶτον τὸ, Χαῖρε,