In annuntiationem sanctae virginis Mariae

 τῇ ἁγίᾳ Παρθένῳ, τὸ ἐκείνης πταῖσμα [ἄλ. πτῶμα] ἀνασέσωσται. Καὶ 10.1149 οὐ πρότερον ἡ ἁγία τὸ δῶρον ἐκαρτέρησεν ὑποδέξα σθαι, πρὶν ἂν μάθῃ τίς ὁ πέμπ

 πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἡλίου ἡ ἀνατολὴ [ἄλ. ἡλίου τῆς δικαιοσύνης ἡ ἀνατολὴ], καὶ τὸ τῆς ζωῆς ἀμίαντον ἄνθ

 προαίρεσιν, λογικῆς με ταδώσῃ αἰσθήσεως. Ἐν τῇ τραπέζῃ τῶν κτηνῶν προε τέθη ὁ οὐράνιος ἄρτος [ἄλ. προσετέθη ἄρτος τῆς ζωῆς], ἵνα τοῖς κτηνώδεσιν τοῖς

 κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, αὐτῇ εὐαγγελίζεται οὕτως· Χαῖρε, κεχα ριτωμένη. Σὺ γὰρ τὰ τῆς ὄντως χαρᾶς πράττεις ἄξια· ἐπειδὴ σὺ τὸν ἄσπιλον χιτῶνα

 Αὕτη, ὁ ἀειθα λὴς τῆς ἀφθαρσίας παράδεισος· ἐν ᾗ τὸ ζωοποιὸν ξύλον φυτευθὲν, τοῖς πᾶσιν χορηγεῖ ἀθανασίας καρ πούς [ἄλ. ἀφθαρσίας καρπόν]. Αὕτη, παρθέ

 ὁρώμενον· Χριστὸς δὲ, τὸ θεολογούμενον· εὐαγγελίζεται τοίνυν ἡμῖν τὴν πολυύμνητον τοῦ Σω τῆρος οἰκονομίαν· ὅτι Θεὸς ὢν, διὰ φιλανθρωπίαν ἄνθρωπος γέγο

 ἐδέχετο. Καὶ τότε μετὰ σπουδῆς πρὸς τὴν Ἐλισάβετ τὴν συγγενίδα αὐτῆς, εἰς τὴν ὀρεινὴν ἐπορεύετο. Καὶ εἰσελθοῦσα εἰς τὸν οἶκον τοῦ Ζαχαρία, ἠσπάσατο τὴ

 περιούσιον ἑαυτῷ κατεσκεύασεν. Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. Τοιγαροῦν τὴν τῶν Ἰουδαίων ἐκβολὴν, καὶ τὴν τῶν ἐθνῶν εἰσαγωγὴν ἐν

 Τριὰς ἁγία καὶ ὁμοούσιος ἐν τῷ κόσμῳ γνωρίζεται. Μετὰ σοῦ, καὶ ἡμᾶς καταξίωσον μετασχεῖν τῆς τελείας σου χάριτος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ'

ὁρώμενον· Χριστὸς δὲ, τὸ θεολογούμενον· εὐαγγελίζεται τοίνυν ἡμῖν τὴν πολυύμνητον τοῦ Σω τῆρος οἰκονομίαν· ὅτι Θεὸς ὢν, διὰ φιλανθρωπίαν ἄνθρωπος γέγονεν· οὐ τὴν προαιώνιον ἀξίαν ἀποθέ μενος, ἀλλὰ τὴν σωτηρίαν οἰκονομίαν ἐνδυσάμενος· εὐαγγελίζεται ἡμῖν τὴν πολυύμνητον τοῦ Σωτῆρος οἰκονομίαν, ὅτι τοῖς κάμνουσιν ἰατρὸς ἐπεδήμησεν, οὐ φαρμάκοις θεραπεύων, ἀλλὰ νεύματι φιλανθρω πίας ἰώμενος. Εὐαγγελίζεται ἡμῖν τὴν πολυύμνητον τοῦ Σωτῆρος οἰκονομίαν· ὅτι τοῖς πεπλανημένοις ἡ ὁδὸς τῆς σωτηρίας ἀνεδείχθη, τοῖς ἀπεγνωσμένοις ἡ σωτήριος χάρις, διαφόρως πάντας εὐεργετοῦσα, τοὺς πεπλανημένους ἀναζητοῦσα, τοὺς ἐσκοτισμένους φω τίζουσα, τοὺς τεθανατωμένους ζωοποιοῦσα, τοὺς δού λους ἐλευθεροῦσα, τοὺς αἰχμαλώτους ἐξαγοράζουσα, καὶ τοῖς πᾶσιν ἡμῖν τὰ πάντα γέγονεν, ἡ ὁδὸς [ἄλ. εἰς ὁδὸν] σωτηρίας· οὐ διὰ τὴν ἡμετέραν εὐγνωμο σύνην, ἀλλὰ διὰ τὴν αὐτῷ τῷ εὐεργέτῃ πρέπουσαν ἀγαθότητα. Πάντα γὰρ ἐποίησεν ὁ Σωτὴρ, οὐχ ἵνα 10.1164 ἑαυτῷ ἀρετὴν πραγματεύσηται, ἀλλ' ἵνα ἡμῖν περι ποιήσηται ζωὴν τὴν αἰώνιον. Ἐν εἰκόνι γὰρ Θεοῦ διαπλάσας τὸν ἄνθρωπον, ἐν παραδείσῳ τρυφῆς προσ έταξεν διάγειν· οὗτος δὲ φθόνῳ διαβόλου ἀπατηθεὶς, καὶ τῆς θείας ἐντολῆς παραβάτης γενόμενος, ὑπό δικος γέγονε θανάτου. Ὅθεν καὶ οἱ ἐξ αὐτοῦ τικτό μενοι, κατὰ διαδοχὴν τῷ πατρικῷ χρέει ὑπέκειντο, τῆς καταδίκης τὸ λογοθέσιον ἀπῃτημένοι [ἄλ. ἀπαι τούμενοι]. Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως. Ὁ δὲ φιλάνθρωπος Κύριος, ἰδὼν τὸ πλάσμα τὸ ἴδιον ὑπὸ τοῦ θανάτου κρατούμενον, οὐκ εἰς τέλος ἀπεστράφη, ὃν κατ' εἰκόνα ἐποίησεν· ἀλλὰ καθ' ἑκάστην γενεὰν ἐπισκεπτόμενος, οὐ διέλει πεν· καὶ πρώην μὲν ἐν τοῖς Πατράσιν ὀπτανόμενος, καὶ ἐν νόμῳ κηρυττόμενος, καὶ ἐν προφήταις ὁμοι ούμενος, τὴν σωτήριον οἰκονομίαν προεμήνυεν. Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τῶν καιρῶν τῆς ἐνδόξου παρ ουσίας αὐτοῦ, τὸν ἀρχάγγελον Γαβριὴλ πρὸς τὴν Παρθένον Μαριὰμ εὐαγγελιζόμενον προαπέσταλκεν. Ὁ δὲ, ἀπὸ τῶν ἀφράστων ἄνω δυνάμεων πρὸς τὴν ἁγίαν Παρθένον παραγενόμενος, πρῶτον, τὸ, Χαῖρε, κεχαριτωμένη, αὐτῇ προσεφώνησεν· τῆς δὲ φω νῆς, τοῦ Χαῖρε, κεχαριτωμένη, πρὸς αὐτὴν γενομέ νης διὰ τῆς ἀκοῆς εἰσῆλθεν τὸ Πνεῦμα τὸ ἅγιον εἰς τὸν ἀμίαντον ναὸν τῆς Παρθένου· καὶ ἡγιάσθη ἡ ἔννοια σὺν τοῖς μέλεσι· καὶ ἔστη ἡ φύσις ἄντικρυς, καὶ ἡ συνου σία πόῤῥωθεν, μετὰ θάμβους θεωροῦσαι τὸν ∆εσπότην τῆς φύσεως παρὰ φύσιν, μᾶλλον δὲ ὑπὲρ φύσιν πρᾶγμα θαυματουργοῦντα ἐν τῷ σώματι· καὶ δι' ὧν ὅπλων ὁ διάβολος ἠγωνίζετο, διὰ τῶν ἐναντίων ὁ Χριστὸς ἡμᾶς ἔσωσεν, ἀναλαβὼν τὸ ὁμοιοπαθὲς ἡμῖν σῶμα, ἵνα τῷ λείποντι μείζονα χάριν [ἄλ. χα ρὰν] δωρήσηται. Καὶ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Πρεπόντως δὲ ἡ χάρις πρὸς τὴν ἁγίαν Παρθένον ἀπέσταλται. Οὕτως γὰρ καὶ περιέχει τῆς εὐαγγελικῆς ἱστορίας τὸ λόγιον· Τῷ μηνὶ δὲ τῷ ἕκτῳ, ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς ∆αβίδ· καὶ τὸ ὄνομα τῆς παρθένου, Μαριὰμ, καὶ τὰ λοιπά. Πρῶ τος δὲ μὴν οὗτος πρὸς τὴν ἁγίαν Παρθένον· καθώς φησιν ἐν τῇ νομικῇ βίβλῳ· Ὃ μὴν οὗτος ὑμῖν, ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν, ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Πάσχα ἅγιον ἑορτάσατε [ἄλ. ἑορτάσετε] τῷ Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν. Ἕκτος δὲ μὴν πρὸς Ζαχαρίαν. Εἰκότως δὲ ἡ ἁγία Παρθένος ἐκ γένους ∆αβὶδ ἐτύγχανεν, καὶ τὴν Βηθλεὲμ πατρίδα ἐκέκτητο, καὶ τῷ Ἰωσὴφ κατὰ νόμους συγγενείας δι καίως ἐμεμνήστευτο. Καὶ φύλαξ ἦν ὁ μνήστωρ, καὶ ὁ ἀφθαρσίας ἀκηράτου σύνοικος. Καὶ τῇ ἁγίᾳ Παρ θένῳ λίαν πρέπον ὄνομα. Μαρία γὰρ ἐκέκλητο· ὅπερ δὴ φωτισμὸς ἑρμηνεύεται. Τί γὰρ τοῦ φωτὸς τῆς παρθενίας λαμπρότερον; Ὅθεν καὶ τὰς ἀρετὰς παρθέ νους ὀνομάζουσιν, οἱ τὰς οὐσίας αὐτῶν ἀγαθῶς στοχα ζόμενοι. Εἰ δὲ τοσοῦτον ἀγαθὸν, παρθένον ἔχειν καρ δίαν, ἡλίκον ἡ σὰρξ μετὰ τῆς ψυχῆς τὴν παρθενίαν ἀσκήσασα; Οὕτως καὶ ἡ ἁγία Μαρία ἐν σαρκὶ οὖσα, 10.1165 τὴν ἄφθαρτον πολιτείαν ἐκέκτητο, καὶ τὰ παρὰ τοῦ ἀρχαγγέλου λεχθέντα, πίστει