In annuntiationem sanctae virginis Mariae

 τῇ ἁγίᾳ Παρθένῳ, τὸ ἐκείνης πταῖσμα [ἄλ. πτῶμα] ἀνασέσωσται. Καὶ 10.1149 οὐ πρότερον ἡ ἁγία τὸ δῶρον ἐκαρτέρησεν ὑποδέξα σθαι, πρὶν ἂν μάθῃ τίς ὁ πέμπ

 πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἡλίου ἡ ἀνατολὴ [ἄλ. ἡλίου τῆς δικαιοσύνης ἡ ἀνατολὴ], καὶ τὸ τῆς ζωῆς ἀμίαντον ἄνθ

 προαίρεσιν, λογικῆς με ταδώσῃ αἰσθήσεως. Ἐν τῇ τραπέζῃ τῶν κτηνῶν προε τέθη ὁ οὐράνιος ἄρτος [ἄλ. προσετέθη ἄρτος τῆς ζωῆς], ἵνα τοῖς κτηνώδεσιν τοῖς

 κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, αὐτῇ εὐαγγελίζεται οὕτως· Χαῖρε, κεχα ριτωμένη. Σὺ γὰρ τὰ τῆς ὄντως χαρᾶς πράττεις ἄξια· ἐπειδὴ σὺ τὸν ἄσπιλον χιτῶνα

 Αὕτη, ὁ ἀειθα λὴς τῆς ἀφθαρσίας παράδεισος· ἐν ᾗ τὸ ζωοποιὸν ξύλον φυτευθὲν, τοῖς πᾶσιν χορηγεῖ ἀθανασίας καρ πούς [ἄλ. ἀφθαρσίας καρπόν]. Αὕτη, παρθέ

 ὁρώμενον· Χριστὸς δὲ, τὸ θεολογούμενον· εὐαγγελίζεται τοίνυν ἡμῖν τὴν πολυύμνητον τοῦ Σω τῆρος οἰκονομίαν· ὅτι Θεὸς ὢν, διὰ φιλανθρωπίαν ἄνθρωπος γέγο

 ἐδέχετο. Καὶ τότε μετὰ σπουδῆς πρὸς τὴν Ἐλισάβετ τὴν συγγενίδα αὐτῆς, εἰς τὴν ὀρεινὴν ἐπορεύετο. Καὶ εἰσελθοῦσα εἰς τὸν οἶκον τοῦ Ζαχαρία, ἠσπάσατο τὴ

 περιούσιον ἑαυτῷ κατεσκεύασεν. Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. Τοιγαροῦν τὴν τῶν Ἰουδαίων ἐκβολὴν, καὶ τὴν τῶν ἐθνῶν εἰσαγωγὴν ἐν

 Τριὰς ἁγία καὶ ὁμοούσιος ἐν τῷ κόσμῳ γνωρίζεται. Μετὰ σοῦ, καὶ ἡμᾶς καταξίωσον μετασχεῖν τῆς τελείας σου χάριτος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ'

ἐδέχετο. Καὶ τότε μετὰ σπουδῆς πρὸς τὴν Ἐλισάβετ τὴν συγγενίδα αὐτῆς, εἰς τὴν ὀρεινὴν ἐπορεύετο. Καὶ εἰσελθοῦσα εἰς τὸν οἶκον τοῦ Ζαχαρία, ἠσπάσατο τὴν Ἐλισάβετ, μιμησαμένη τὸν ἄγγελον. Ὡς δὲ ἤκουσεν τὸν ἀσπα σμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέ φος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλή σθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ. Οὐκοῦν ἡ φωνὴ τῆς Μαρίας ἐνήργησε, καὶ Πνεύματος ἁγίου τὴν Ἐλι σάβετ ἐνέπλησε [ἄλ. ἐπλήρωσε]· καὶ καθάπερ ἐξ ἀεννάου πηγῆς διὰ τῆς γλώττης ποταμὸν χαρισμά των, διὰ τῆς προφητείας τῇ συγγενίδι ἐξέπεμψεν· καὶ τοῖς ποσὶ τοῦ βρέφους τῇ γαστρὶ δεδεμένοις, ἅλλε σθαι καὶ σκιρτᾷν παρεσκεύασεν. Ὅπερ ἦν χορείας θαύματος σύμβολον.

Ἔνθα γὰρ ἡ κεχαριτωμένη παραγεγένηται, χαρᾶς τὰ πάντα πεπλήρωται. Ἀνε φώνησε δὲ φωνῇ μεγάλῃ ἡ Ἐλισάβετ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου· καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Εὐ λογημένη σὺ ἐν γυναιξί. Σὺ γὰρ αὐταῖς ἀρχὴ τῆς ἀναπλάσεως [ἄλ. ἀναστάσεως] γέγονας. Σὺ παῤῥησίαν ἡμῖν τῆς εἰς παράδεισον εἰσόδου δέδωκας, καὶ τὴν ἀρχαίαν ὀδύνην ἐδίωξας. Οὐκέτι γὰρ μετὰ σὲ, τὸ γένος τῶν γυναικῶν ὀνειδίζεται. Οὐκέτι οἱ κληρονόμοι τῆς Εὔας φοβοῦνται τὴν ἀρχαίαν κατάραν, οὐδὲ τοῦ τοκετοῦ τὴν ὠδῖνα. Ἐπειδὴ Χριστὸς ὁ τοῦ γένους ἡμῶν Λυτρωτὴς, ὁ Σωτὴρ ὅλης τῆς φύσεως, ὁ πνευματικὸς Ἀδὰμ, ὁ τοῦ χοϊκοῦ τὴν πληγὴν ἰασάμε νος ἐκ τῆς ἁγίας γαστρός σου προέρχεται. Εὐλογη μένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Ὁ γὰρ πάντων τῶν ἀγαθῶν φυ τουργὸς, σὸς καρπὸς ἀναδέδεικται. Λαμπρὰ μὲν ὁρῶμεν καὶ τῆς στείρας τὰ ῥήματα· λαμπρότερα δὲ πάλιν ἡ ἁγία ἐφθέγξατο Παρθένος, καὶ ᾠδὴν τῷ Θεῷ εὐχαριστίας, καὶ εὐωδίας, καὶ θεολογίας γέμου σαν τῷ Θεῷ ἀνατίθησιν· μετὰ τῶν ἀρχαίων τὰ νέα καταγγέλλουσα· μετὰ τῶν ἀπ' αἰῶνος τὰ ἐπὶ συντε λείᾳ τῶν αἰώνων κηρύττουσα, καὶ ἐν βραχεῖ τῷ λόγῳ ἀνακεφαλαιωσαμένη τοῦ Χριστοῦ τὰ μυστήρια. Εἶ πεν δὲ Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύ ριον. Καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, καὶ τὰ ἑξῆς. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους αὐτοῦ, καὶ ἧς ἔθετο [ἄλ. διέθετο] διαθήκης τῷ Ἀβραὰμ, καὶ τῷ σπέρματι αὐτοῦ, ἕως αἰῶνος. Θεωρεῖς πῶς ἡ ἁγία Παρθένος, καὶ τὴν πατριαρχικὴν ὑπερέβαλεν τελειό τητα, καὶ βεβαιοῖ τὴν πρὸς Ἀβραὰμ τοῦ Θεοῦ δια θήκην, λέγοντος·

Αὕτη ἡ διαθήκη, ἣν διαθήσο μαι ἀναμέσον ἐμοῦ καὶ σοῦ. ∆ιὸ ἐλθὼν κυροῖ [ἄλ. πληροῖ] τὴν πρὸς Ἀβραὰμ διαθήκην, μυστι κῶς τὸ σημεῖον τῆς περιτομῆς ἀναδεξάμενος, καὶ πλήρωμα νόμου καὶ προφητῶν γενόμενος. Ταύ της οὖν τῆς προφητείας [ἄλ. ταύτην οὖν ᾠδὴν] τὴν ᾠδὴν ἡ ἁγία Θεοτόκος τῷ Θεῷ ἀνέπεμπεν [ἄλ. ἀπένειμε], λέγουσα· Μεγαλύνει ἡ ψυχή 10.1168 μου τὸν Κύριον. Καὶ ἠγαλλίασεν τὸ πνεῦμά́ μου, ἐπὶ τῷ Θεῷ σωτῆρί μου. Ὅτι ἐποίησέν μοι μεγαλεῖα ὁ δυνατὸς, καὶ ἅγιον τὸ ὄνο μα αὐτοῦ Θεοτόκον γὰρ ποιήσας με, πάλιν παρθένον διεφύλαξεν· καὶ διὰ τῆς ἐμῆς γαστρὸς, πασῶν γενεῶν εἰς ἁγιασμὸν ἀκακεφαλαιοῦται τὸ πλήρωμα. Πᾶσαν γὰρ ἡλικίαν ηὐλόγησεν, ἀνδρῶν τε καὶ γυναικῶν, νεανίσκων καὶ παίδων, καὶ γερόντων. Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, ὑπὲρ ἡμῶν, κατὰ τοῦ θανάτου, καὶ κατὰ τοῦ διαβόλου, καὶ τῶν ἡμετέρων ἁμαρτιῶν διαῤῥήξας [ἄλ. διέῤῥηξε] τὸ χειρόγραφον. ∆ιεσκόρπισεν ὑπερηφάνους διὰ ἐννοίας καρδίας [ἄλ. διανοίᾳ τῆς καρδίας] αὐτῶν· αὐτόν τε τὸν διάβολον διεσκόρπισεν, καὶ πάντας τοὺς ἐκείνῳ στρατεύοντας δαίμονας. Ἐκεῖνος γὰρ τῇ καρδίᾳ κυρίως ἦν ὑπερήφανος, ἐπειδὴ λέγειν ἐτόλμησεν· Ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Πῶς δὲ νῦν αὐτὸν διέσπασεν, διὰ τῶν ἑξῆς ὁ προφήτης ἐδήλωσεν, εἰπών· Νῦν δὲ εἰς ᾅδην καταβήσῃ [ἄλ. εἰς ᾅδου καταβιβασθήσῃ], καὶ πάντα τὰ στρατεύματά σου. Πανταχοῦ γὰρ τοὺς βωμοὺς αὐτοῦ, καὶ τὰς τῶν ματαίων θεῶν λατρείας διεσκόρπισεν· καὶ ἐξ ἐθνῶν λαὸν