In annuntiationem sanctae virginis Mariae

 τῇ ἁγίᾳ Παρθένῳ, τὸ ἐκείνης πταῖσμα [ἄλ. πτῶμα] ἀνασέσωσται. Καὶ 10.1149 οὐ πρότερον ἡ ἁγία τὸ δῶρον ἐκαρτέρησεν ὑποδέξα σθαι, πρὶν ἂν μάθῃ τίς ὁ πέμπ

 πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἡλίου ἡ ἀνατολὴ [ἄλ. ἡλίου τῆς δικαιοσύνης ἡ ἀνατολὴ], καὶ τὸ τῆς ζωῆς ἀμίαντον ἄνθ

 προαίρεσιν, λογικῆς με ταδώσῃ αἰσθήσεως. Ἐν τῇ τραπέζῃ τῶν κτηνῶν προε τέθη ὁ οὐράνιος ἄρτος [ἄλ. προσετέθη ἄρτος τῆς ζωῆς], ἵνα τοῖς κτηνώδεσιν τοῖς

 κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, αὐτῇ εὐαγγελίζεται οὕτως· Χαῖρε, κεχα ριτωμένη. Σὺ γὰρ τὰ τῆς ὄντως χαρᾶς πράττεις ἄξια· ἐπειδὴ σὺ τὸν ἄσπιλον χιτῶνα

 Αὕτη, ὁ ἀειθα λὴς τῆς ἀφθαρσίας παράδεισος· ἐν ᾗ τὸ ζωοποιὸν ξύλον φυτευθὲν, τοῖς πᾶσιν χορηγεῖ ἀθανασίας καρ πούς [ἄλ. ἀφθαρσίας καρπόν]. Αὕτη, παρθέ

 ὁρώμενον· Χριστὸς δὲ, τὸ θεολογούμενον· εὐαγγελίζεται τοίνυν ἡμῖν τὴν πολυύμνητον τοῦ Σω τῆρος οἰκονομίαν· ὅτι Θεὸς ὢν, διὰ φιλανθρωπίαν ἄνθρωπος γέγο

 ἐδέχετο. Καὶ τότε μετὰ σπουδῆς πρὸς τὴν Ἐλισάβετ τὴν συγγενίδα αὐτῆς, εἰς τὴν ὀρεινὴν ἐπορεύετο. Καὶ εἰσελθοῦσα εἰς τὸν οἶκον τοῦ Ζαχαρία, ἠσπάσατο τὴ

 περιούσιον ἑαυτῷ κατεσκεύασεν. Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. Τοιγαροῦν τὴν τῶν Ἰουδαίων ἐκβολὴν, καὶ τὴν τῶν ἐθνῶν εἰσαγωγὴν ἐν

 Τριὰς ἁγία καὶ ὁμοούσιος ἐν τῷ κόσμῳ γνωρίζεται. Μετὰ σοῦ, καὶ ἡμᾶς καταξίωσον μετασχεῖν τῆς τελείας σου χάριτος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ'

κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, αὐτῇ εὐαγγελίζεται οὕτως· Χαῖρε, κεχα ριτωμένη. Σὺ γὰρ τὰ τῆς ὄντως χαρᾶς πράττεις ἄξια· ἐπειδὴ σὺ τὸν ἄσπιλον χιτῶνα ἐνδέδυσαι, καὶ τὴν ζώνην τῆς σωφροσύνης περίκεισαι. Χαῖρε, κεχα ριτωμένη, δοχεῖον τῆς ἐπουρανίου εὐφροσύνης τυγ χάνουσα. Χαῖρε, κεχαριτωμένη· διὰ σοῦ γὰρ ἡ χαρὰ πάσῃ τῇ κτίσει βραβεύεται, καὶ τὸ γένος τῶν ἀνθρώ πων ἀπολαμβάνει τὸ ἀρχαῖον ἀξίωμα. Χαῖρε, κεχα ριτωμένη· ὅτι ἐν ταῖς ἀγκάλαις σου ὁ κτίστης τῶν ἁπάντων μέλλει βαστάσεσθαι. Ἡ δὲ ἐπὶ τῷ λόγῳ τούτῳ διεταράχθη· ἀήθης γὰρ πρὸς πάσας τὰς δια λέξεις τῶν ἀνθρώπων ἐτύγχανεν· καὶ τὴν ἡσυχίαν, ὡς μητέρα σωφροσύνης καὶ ἁγνείας, ἠσπάζετο, κα θαρὸν ὑπάρχουσα, καὶ ἀκέραιον, καὶ ἀμόλυντον ἄγαλμα, αὕτη τὴν ἀγγελικὴν ὄψιν οὐκ ἐδειλίασεν, ὡς οἱ πλείονες [ἄλ. πολλοὶ] τῶν προφητῶν· ἐπειδὴ καὶ παρθενία ἀληθὴς πρὸς ἀγγέλους συγγένεια τυγχάνει, καὶ ἰσομοιρία.

Ἐπιμελῶς γὰρ ἡ ἁγία Παρθένος τὴν λαμπάδα τῆς παρθενίας φυλάττουσα, καὶ πολλὴν τοῦ μὴ σβεσθῆναι, ἢ σπιλωθῆναι, πρόνοιαν εἶχε. Καὶ καθάπερ ἄν τις λαμπρὰν στολὴν περιβε βλημένος, πολὺν ποιεῖται λόγον, μή τις μολυσμὸς, ἢ ῥύπος πόθεν προσγένηται· οὕτως ἡ ἁγία Μαρία ἐν ἑαυτῇ διενοεῖτο, καὶ ἔλεγεν· Μή τινα ἆρα κατα σκευὴν ἢ θωπείαν ἡ θεραπεία κέκτηται; Μὴ τὸ χαῖρε τοῦτο λύπης αἴτιον μοι γενήσεται, καθὼς πάλαι τῇ προμήτορι Εὔᾳ ἡ ὀφεοδαίμονος συνέργητος παρα δοχὴ τῆς χρηστολόγου ὑποσχέσεως τῆς θεώσεως; Μὴ πάλιν εἰς ἄγγελον φωτὸς μετασχηματισθεὶς ὁ ἀρ χέκακος δαίμων, καὶ τῷ ἐμῷ μνήστορι φθονῶν τῆς ἄγαν σωφροσύνης, καὶ τούτῳ προβαλὼν δι' ὁμιλίας τάχα χρηστῆς, καὶ μὴ ἰσχύσας ὡς στεῤῥὸν νοῦν, τὸν ἄνδρα ἀπατῆσαι, ἐμοὶ προσῆλθεν ὡς ἁπαλωτέρᾳ κε κοσμημένῃ τῇ διανοίᾳ, καὶ τὸ χαῖρε ἐπιφωνεῖ τὸ ἐς ὕστερον ἄχαρι; Μὴ ἄρα ὁ μακαρισμὸς καὶ ἀσπασμὸς ἐν εἰρωνείᾳ· γέγονε; Μή τις ἰὸς ἐν τῷ μέλιτι κέκρυ πται; Μὴ λόγος μὲν εὐαγγελιζομένου, σκοπὸς δὲ συ λοῦντος; Ἣν γὰρ οὐκ οἶδεν αὐτὸς, πόθεν ἀσπάσεται; Ταῦτα ἐν ἑαυτῇ διηπόρει, καὶ ἔλεγεν.

Τότε πάλιν ὁ ἀρχάγγελος προσφωνεῖ αὐτῇ χαρὰν τοῖς πᾶσι πιστὴν, καὶ ἀδιαίρετον, προμηνύων καὶ λέγων αὐτῇ· Μὴ φοβοῦ, Μαριὰμ [ἄλ. χαρὰν ἀδιαίρετον, καὶ λέγει· Μὴ φοβοῦ, Μαριὰμ], εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Ἔχεις σύντομον τὴν τῶν ῥηθέντων ἀπόδειξιν. Οὐ μόνον γάρ σοι, τὸ μηθὲν φοβεῖσθαι, ἀλλὰ καὶ τῆς ἀφοβίας τὸν τρόπον αἰνίττομαι. ∆ι' ἐμοῦ γὰρ πᾶσαι αἱ οὐράνιαι δυνάμεις, σὲ τὴν ἁγίαν Παρθένον ἀσπά ζονται· αὐτὸς δὲ μᾶλλον ὁ κυριεύων πασῶν τῶν οὐ ρανίων δυνάμεων, ἀπὸ πάσης τῆς κτίσεως, σὲ τὴν ἁγίαν καὶ παγκόσμιον ἐκλέλεκται· καὶ διὰ τῆς ἁγίας καὶ ἁγνῆς, καὶ καθαρᾶς, καὶ ἀμιάντου σου γαστρὸς, ὁ φωτιστικὸς μαργαρίτης προέρχεται εἰς σωτηρίαν πάσης τῆς οἰκουμένης· ἐπειδὴ πάσης ἀνθρωπίνης φύσεως [ἄλ. κτίσεως], καὶ σὺ ἡ ἁγία, ἐνδοξοτέρα, καὶ καθαρωτέρα, καὶ ὁσιωτέρα γεγέννησαι· λαμπρο τέραν μὲν ὑπὲρ χιόνα ἔχουσα τὴν διάνοιαν, παντὸς 10.1160 δὲ χρυσίου δοκιμωτέρου κεκαθαρμένον τὸ σῶμα· γα στέρα δὲ, οἵαν ὁ Ἰεζεκιὴλ ἐθεάσατο, καὶ ποίαν δὲ ἱστόρησεν, τοιάδε λέγων· Ὁμοίωμα ζώων ὑπὲρ κε φαλῆς, ὡσεὶ στερέωμα, καὶ ὡς ὅρασις κρυστάλ λου φοβεροῦ, καὶ ὁμοίωμα θρόνου ἐπ' αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου· καὶ ἐπάνω τοῦ θρόνου, ὡς ὁμοίωμα ἀνθρώπου, καὶ ὡς ὅρασις ἠλέκτρου· καὶ ἔσωθεν αὐτοῦ, ὡς ὅρασις πυρὸς, κύκλῳ. Σα φῶς δὲ τὸν ἐκ τῆς ἁγίας Παρθένου τεχθέντα ὁ προ φήτης τυπικῶς ἐθεάσατο· ὃν σὺ, ἁγία Παρθένε [ἄλ. μακαρία Παρθένε], φέρειν οὐκ ἴσχυες, εἰ μὴ πάσης δόξης, καὶ ἀρετῆς κατὰ τὸν χρόνον ἐκεῖνον [ἄλ. τὸν θρόνον ἐκείνου] ἐξήστραπτες. Ποίοις οὖν ἐγκωμίων ῥήμασι τὴν παρθενικὴν διαγράψωμεν ἀξίαν; Ποίοις ἐπαίνων νεύμασι καὶ κηρύγμασι τὸν ἄσπιλον ἀνυμνή σωμεν χαρακτῆρα; Ποίαις πνευματικαῖς ὑμνῳδίαις καὶ λέξεσι δοξάσωμεν τὴν ὑπερένδοξον ἐν ἀγγέλοις; Αὕτη ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένη, ὡς κατά καρπος ἐλαία, ἐν ᾗ τὸ Πνεῦμα τὸ ἅγιον ἐπεσκίασε [ἄλ. ἐπισκιάζει]· δι' ἧς υἱοὺς καὶ κληρονόμους ἡμᾶς κέκληκεν τῆς τοῦ Χριστοῦ βασιλείας.