In annuntiationem sanctae virginis Mariae

 τῇ ἁγίᾳ Παρθένῳ, τὸ ἐκείνης πταῖσμα [ἄλ. πτῶμα] ἀνασέσωσται. Καὶ 10.1149 οὐ πρότερον ἡ ἁγία τὸ δῶρον ἐκαρτέρησεν ὑποδέξα σθαι, πρὶν ἂν μάθῃ τίς ὁ πέμπ

 πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἡλίου ἡ ἀνατολὴ [ἄλ. ἡλίου τῆς δικαιοσύνης ἡ ἀνατολὴ], καὶ τὸ τῆς ζωῆς ἀμίαντον ἄνθ

 προαίρεσιν, λογικῆς με ταδώσῃ αἰσθήσεως. Ἐν τῇ τραπέζῃ τῶν κτηνῶν προε τέθη ὁ οὐράνιος ἄρτος [ἄλ. προσετέθη ἄρτος τῆς ζωῆς], ἵνα τοῖς κτηνώδεσιν τοῖς

 κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, αὐτῇ εὐαγγελίζεται οὕτως· Χαῖρε, κεχα ριτωμένη. Σὺ γὰρ τὰ τῆς ὄντως χαρᾶς πράττεις ἄξια· ἐπειδὴ σὺ τὸν ἄσπιλον χιτῶνα

 Αὕτη, ὁ ἀειθα λὴς τῆς ἀφθαρσίας παράδεισος· ἐν ᾗ τὸ ζωοποιὸν ξύλον φυτευθὲν, τοῖς πᾶσιν χορηγεῖ ἀθανασίας καρ πούς [ἄλ. ἀφθαρσίας καρπόν]. Αὕτη, παρθέ

 ὁρώμενον· Χριστὸς δὲ, τὸ θεολογούμενον· εὐαγγελίζεται τοίνυν ἡμῖν τὴν πολυύμνητον τοῦ Σω τῆρος οἰκονομίαν· ὅτι Θεὸς ὢν, διὰ φιλανθρωπίαν ἄνθρωπος γέγο

 ἐδέχετο. Καὶ τότε μετὰ σπουδῆς πρὸς τὴν Ἐλισάβετ τὴν συγγενίδα αὐτῆς, εἰς τὴν ὀρεινὴν ἐπορεύετο. Καὶ εἰσελθοῦσα εἰς τὸν οἶκον τοῦ Ζαχαρία, ἠσπάσατο τὴ

 περιούσιον ἑαυτῷ κατεσκεύασεν. Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. Τοιγαροῦν τὴν τῶν Ἰουδαίων ἐκβολὴν, καὶ τὴν τῶν ἐθνῶν εἰσαγωγὴν ἐν

 Τριὰς ἁγία καὶ ὁμοούσιος ἐν τῷ κόσμῳ γνωρίζεται. Μετὰ σοῦ, καὶ ἡμᾶς καταξίωσον μετασχεῖν τῆς τελείας σου χάριτος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ'

Αὕτη, ὁ ἀειθα λὴς τῆς ἀφθαρσίας παράδεισος· ἐν ᾗ τὸ ζωοποιὸν ξύλον φυτευθὲν, τοῖς πᾶσιν χορηγεῖ ἀθανασίας καρ πούς [ἄλ. ἀφθαρσίας καρπόν]. Αὕτη, παρθένων τὸ καύχημα, μητέρων τὸ ἀγαλλίαμα. Αὕτη, πιστευόν των στήριγμα, καὶ εὐσεβῶν κατόρθωμα. Αὕτη, φωτὸς ἔνδυμα, καὶ ἀρετῆς [ἄλ. ἀληθείας] ἐφέστιον. Αὕτη, πηγὴ ἀένναος, ἐν ᾗ τὸ ζωὸν ὕδωρ ἔβλυσε τὴν ἔν σαρκον τοῦ Κυρίου παρουσίαν. Αὕτη, δικαιοσύνης ἐχύρωμα, καὶ ὅσοι ταύτης γεγόνασιν ἐρασταὶ, καὶ τῆς παρθενικῆς ἐρῶσι γνησιότητος καὶ καθαρότητος, τῆς ἀγγελικῆς ἀπολαύσονται χάριτος. Ὅσοι τοῦ οἴνου τῆς μέθης [ἄλ. οἴνου καὶ τῆς μέθης], καὶ τῶν σι κέρων ἀπέχονται τῆς ἡδυπαθείας, ἐκ τοῦ γεννήμα τος εὐφρανθήσονται τῆς ζωηφόρου φυτείας. Ὅσοι τὴν λαμπάδα ἄσβεστον διετήρησαν τῆς παρθενίας, τὸν ἀμαράντινον στέφανον ἀναδήσονται τῆς ἀφθαρσίας. Ὅσοι τὸν τῆς σωφροσύνης ἄσπιλον περιεποιήσαντο χιτῶνα, εἰς τὸν μυστικὸν τῆς δικαιοσύνης παραλη φθήσονται νυμφῶνα. Ὅσοι τοῦ ἀγγελικοῦ βαθμοῦ πλησιαίτεροι γεγόνασι, γνησιαίτερον τοῦ δεσποτι οῦ κατατρυφήσουσι μακαρισμοῦ. Ὅσοι τὸ φωτιστι κὸν ἔλαιον τῆς διανοίας, καὶ τὸ καθαρὸν τοῦ συνειδό τος θυμίαμα κέκτηνται, τῆς εὐωδίας τῆς πνευματι κῆς, καὶ τῆς υἱοθεσίας [ἄλ. πνευματικῆς υἱοθεσίας] κληρονομήσουσι τὴν ἐπαγγελίαν. Ὅσοι ἀξίως τὸν Εὐαγγελισμὸν ἑορτάζουσι τῆς θεοτόκου Παρθένου Μαρίας, γνησιαίτερον τῆς ἀγγελίας, τοῦ, Χαῖρε, κεχαριτωμένη, κομίζονται μισθαποδοσίαν. ∆εῖ οὖν ἡμᾶς τὴν ἑορτὴν ταύτην ἑορτάζειν, ἐπειδὴ χαρᾶς καὶ εὐφροσύνης πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσεν. Ἑορτά ζωμεν δὲ ἡμεῖς ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευ ματικαῖς. Ἑόρταζεν ποτὲ καὶ Ἰσραὴλ, ἀλλ' ἐν ἀζύμοις, καὶ πικρίσι· περὶ ὧν ὁ προφήτης λέγει· Μεταστρέψω τὰς ἑορτὰς αὐτῶν εἰς λύπας, καὶ εἰς πένθος, καὶ τὴν χαρμονὴν αὐτῶν εἰς κατήφειαν.

Τὰς δὲ ἡμετέρας λύπας ὁ Κύριος ἡμῶν, διὰ τῶν καρ πῶν τῆς μετανοίας, εἰς χαρὰν μεταστρέψαι διεβε 10.1161 βαιώσατο. Εἶχεν μὲν καὶ ἡ πρώτη διαθήκη δικαιώ ματα λατρείας, ὡς ἐπὶ τοῦ προπάτορος Ἀβραὰμ, ἀλλ' ἐν πόνοις σαρκίνης ἀλγηδόνος διὰ περιτομῆς, μέχρι χρόνων συμπληρώσεως. Νόμος ἐκείνοις διὰ Μωϋ σέως εἰς παιδείαν ἐδόθη· ἡμῖν δὲ ἡ χάρις, καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ δεδώρηται [ἄλ. ἐγένετο]. Πάντων ἡμῖν τῶν ἀγαθῶν ἀρχὴ γέγονεν ὁ Εὐαγγελι σμὸς τῆς κεχαριτωμένης Μαρίας, ἡ πολυύμνητος τοῦ Σωτῆρος οἰκονομία, ἡ ἔνθεος αὐτοῦ καὶ ὑπερκόσμιος διδασκαλία. Ἐντεῦθεν ἡμῖν ἀνατέλλουσιν τοῦ νοεροῦ φωτὸς αἱ ἀκτῖνες. Ἐντεῦθεν ἀναβρύουσιν ἡμῖν αἱ πηγαὶ τῆς σοφίας, καὶ τῆς ἀθανασίας, διειδῆ καὶ κα θαρὰ ἐκχέουσαι τῆς εὐσεβείας τὰ νάματα. Ἐντεῦθεν ἡμῖν ἀπαστράπτουσιν οἱ θησαυροὶ τῆς θεογνωσίας. Ζωὴ γὰρ αὕτη ἐστὶν αἰώνιος, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν. Καὶ πάλιν· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς εὑρήσετε ζωὴν αἰώνιον [ἄλ. δοκεῖτε ζωὴν αἰώνιον ἔχειν]. ∆ιὰ τοῦτο γὰρ, τοῖς ἐρευνῶσι τὰ θεῖα λόγια ἀνακαλύπτεται ὁ θησαυρὸς τῆς τοῦ Θεοῦ γνώσεως. Θησαυρὸν ἡμῖν ἥπλωσε σήμερον τῆς θεοπνεύστου Γραφῆς ὁ Παράκλητος. Θησαυρὸς δὲ ἡμῖν ἔστω σο φίας, ἡ προφητικὴ γλῶσσα, καὶ ἡ ἀποστολικὴ διδα σκαλία· οὐ γὰρ ἔστι χωρὶς νόμου καὶ προφητῶν, ἢ εὐαγγελιστῶν [ἄλ. Εὐαγγελίων], καὶ ἀποστόλων, ἔχειν τὴν ἀκριβῆ τῆς σωτηρίας ἐλπίδα. ∆ιὰ γὰρ τῆς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων γλώττης ὁ Κύριος ἡμῶν φθέγγεται, καὶ ταῖς τῶν ἁγίων φωναῖς ὁ Θεὸς ἐγκαλλωπίζεται, οὐ τῆς λέξεως χρῄζων, ἀλλὰ τῇ διαθέσει χαίρων, οὐδὲν ἐξ ἀνθρώπων καρπούμενος, ἀλλὰ τῇ εὐγνώμονι ψυχῇ τῶν δικαίων ἐπαναπαυόμε νος. Οὐ γὰρ ἐξ ὧν ἡμεῖς φθεγγόμεθα, Χριστὸς με γαλύνεται, ἀλλ' ἐξ ὧν εὐεργετούμεθα, τὴν εὐεργεσίαν εὐγνωμόνως κηρύττομεν· οὐχ ἵνα τῆς ἀξίας ἐφικνώ μεθα, ἀλλ' ἵνα τὴν κατὰ δύναμιν ὀφειλὴν ἀποτίσω μεν. Ὅταν δὲ ἀναγινώσκεται τὸ Εὐαγγέλιον, ἢ ἀπο στολικὸν, μὴ προσχῇς τῇ βίβλῳ, ἢ τῷ ἀναγινώσκοντι· ἀλλὰ τῷ ἀπ' οὐρανοῦ φθεγγομένῳ Θεῷ. Βίβλος μὲν γὰρ, τὸ