2
τοῦτο ἡ ἁγιότης· καὶ ἥ τις αὕτη νοεῖται, λεγέτω τις· ἢ εἴπερ ἡ αὐτή, πῶς οὐκ ἀπ' ἀρχῆς; ὥσπερ ἄμεινον ὂν τῷ θεῷ εἶναί ποτε ἀτελεῖ, καὶ δίχα τοῦ πνεύματος. εἰ μὴ ἀπ' ἀρχῆς ἦν, μετ' ἐμοῦ τέτακται, καὶ εἰ μικρὸν πρὸ ἐμοῦ. χρόνῳ γὰρ ἀπὸ θεοῦ τεμνόμεθα. εἰ τέτακται μετ' ἐμοῦ, πῶς ἐμὲ ποιεῖ θεόν, ἢ πῶς συνάπτει θεότητι;
5 Μᾶλλον δὲ φιλοσοφήσω σοι περὶ αὐτοῦ μικρὸν ἄνωθεν. περὶ τριάδος γὰρ καὶ πρότερον διειλήφαμεν. τὸ πνεῦμα τὸ ἅγιον Σαδδου καῖοι μὲν οὐδὲ εἶναι τὸ παράπαν ἐνόμισαν· οὐδὲ γὰρ ἀγγέλους, οὐδὲ ἀνάστασιν· οὐκ οἶδ' ὅθεν τὰς τοσαύτας περὶ αὐτοῦ μαρτυρίας ἐν τῇ παλαιᾷ διαπτύσαντες. Ἑλλήνων δὲ οἱ θεολογικώτεροι, καὶ μᾶλλον ἡμῖν προσεγγίσαντες, ἐφαντάσθησαν μέν, ὡς ἐμοὶ δοκεῖ· περὶ δὲ τὴν κλῆσιν διηνέχθησαν, νοῦν τοῦ παντός, καὶ τὸν θύραθεν νοῦν, καὶ τὰ τοιαῦτα προσαγορεύσαντες. τῶν δὲ καθ' ἡμᾶς σοφῶν οἱ μὲν ἐνέργειαν τοῦτο ὑπέλαβον, οἱ δὲ κτίσμα, οἱ δὲ θεόν, οἱ δὲ οὐκ ἔγνωσαν ὁπότερον τούτων, αἰδοῖ τῆς γραφῆς, ὥς φασιν, ὡς οὐδέτερον σαφῶς δηλωσάσης. καὶ διὰ τοῦτο οὔτε σέβουσιν, οὔτε ἀτι μάζουσι, μέσως πως περὶ αὐτοῦ διακείμενοι, μᾶλλον δὲ καὶ λίαν ἀθλίως. καὶ τῶν θεὸν ὑπειληφότων οἱ μὲν ἄχρι διανοίας εἰσὶν εὐσε βεῖς, οἱ δὲ τολμῶσιν εὐσεβεῖν καὶ τοῖς χείλεσιν. ἄλλων δὲ ἤκουσα μετρούντων θεότητα σοφωτέρων, οἳ τρία μὲν εἶναι καθ' ἡμᾶς ὁμολογοῦσι τὰ νοούμενα, τοσοῦτον δὲ ἀλλήλων διέστησαν, ὡς τὸ μὲν καὶ οὐσίᾳ καὶ δυνάμει ποιεῖν ἀόριστον· τὸ δὲ δυνάμει μέν, οὐκ οὐσίᾳ δέ· τὸ δὲ ἀμφοτέροις περιγραπτόν· ἄλλον τρόπον μιμούμενοι τοὺς δημιουργόν, καὶ συνεργόν, καὶ λειτουργὸν ὀνομάζοντας, καὶ τὴν ἐν τοῖς ὀνόμασι τάξιν καὶ χάριν τῶν πραγμάτων ἀκολουθίαν εἶναι νομίζοντας.
6 Ἡμῖν δὲ πρὸς μὲν τοὺς οὐδὲ εἶναι ὑπειληφότας οὐδεὶς λόγος, ἢ τοὺς ληροῦντας ἐν Ἕλλησιν. μηδὲ γὰρ ἁμαρτωλῶν ἐλαίῳ πιαν θείημεν εἰς τὸν λόγον. πρὸς δὲ τοὺς ἄλλους οὕτω διαλεξόμεθα. τὸ πνεῦμα τὸ ἅγιον ἢ τῶν καθ' ἑαυτὸ ὑφεστηκότων πάντως ὑποθετέον, ἢ τῶν ἐν ἑτέρῳ θεωρουμένων· ὧν τὸ μὲν οὐσίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί, τὸ δὲ συμβεβηκός. εἰ μὲν οὖν συμβέβηκεν, ἐνέργεια τοῦτο ἂν εἴη θεοῦ. τί γὰρ ἕτερον, ἢ τίνος; τοῦτο γάρ πως μᾶλλον καὶ φεύγει σύνθεσιν. καὶ εἰ ἐνέργεια, ἐνεργηθήσεται δῆλον ὅτι, οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται. τοιοῦτον γὰρ ἡ ἐνέργεια. πῶς οὖν ἐνεργεῖ, καὶ τάδε λέγει, καὶ ἀφορίζει, καὶ λυπεῖται, καὶ παροξύνεται, καὶ ὅσα κινουμένου σαφῶς ἐστίν, οὐ κινήσεως; εἰ δὲ οὐσία τις, οὐ τῶν περὶ τὴν οὐσίαν, ἤτοι κτίσμα ὑποληφθήσεται, ἢ θεός. μέσον γάρ τι τούτων, ἤτοι μηδετέρου μετέχον, ἢ ἐξ ἀμφοῖν σύνθετον, οὐδ' ἂν οἱ τοὺς τραγελάφους πλάτ τοντες ἐννοήσαιεν. ἀλλ' εἰ μὲν κτίσμα, πῶς εἰς αὐτὸ πιστεύομεν, ἢ ἐν αὐτῷ τελειούμεθα; οὐ γὰρ ταὐτόν ἐστι πιστεύειν εἴς τι, καὶ περὶ αὐτοῦ πιστεύειν. τὸ μὲν γάρ ἐστι θεότητος, τὸ δὲ παντὸς πράγματος. εἰ δὲ θεός, ἀλλ' οὐ κτίσμα, οὐδὲ ποίημα, οὐδὲ σύνδου λον, οὐδ' ὅλως τι τῶν ταπεινῶν ὀνομάτων.
7 Ἐνταῦθα σὸς ὁ λόγος· αἱ σφενδόναι πεμπέσθωσαν, οἱ συλλο γισμοὶ πλεκέσθωσαν. ἢ ἀγέννητον πάντως, ἢ γεννητόν. καὶ εἰ μὲν ἀγέννητον, δύο τὰ ἄναρχα. εἰ δὲ γεννητόν, ὑποδιαίρει πάλιν· ἢ ἐκ τοῦ πατρὸς τοῦτο, ἢ ἐκ τοῦ υἱοῦ. καὶ εἰ μὲν ἐκ τοῦ πατρός, υἱοὶ δύο καὶ ἀδελφοί. σὺ δέ μοι πλάττε καὶ διδύμους, εἰ βούλει, ἢ τὸν μὲν πρεσβύτερον, τὸν δὲ νεώτερον· ἐπειδὴ λίαν εἶ φιλοσώματος. εἰ δὲ ἐκ τοῦ υἱοῦ, πέφηνέ, φησι, καὶ υἱωνὸς ἡμῖν θεός· οὗ τί ἂν γένοιτο παραδοξότερον; ταῦτα μὲν οὖν οἱ σοφοὶ τοῦ κακοποιῆσαι, τὰ δὲ ἀγαθὰ γράφειν οὐ θέλοντες. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἀναγκαίαν τὴν διαίρεσιν, ἐδεξάμην ἂν τὰ πράγματα, οὐ φοβηθεὶς τὰ ὀνόματα. οὐ γάρ, ἐπειδὴ κατά τινα σχέσιν ὑψηλοτέραν υἱὸς ὁ υἱός, οὐ δυνη θέντων ἡμῶν ἄλλως ἢ οὕτως ἐνδείξασθαι τὸ ἐκ τοῦ θεοῦ καὶ ὁμοούσιον, ἤδη καὶ πάσας οἰητέον ἀναγκαῖον εἶναι τὰς κάτω κλή σεις, καὶ τῆς ἡμετέρας συγγενείας, μεταφέρειν ἐπὶ τὸ θεῖον. ἢ τάχα ἂν σύ γε καὶ ἄρρενα τὸν θεὸν ἡμῖν ὑπολάβοις, κατὰ