1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

πῶς οὐ πολυαρχία τὸ δοξαζόμενον; ταῦτα τίνες; οἱ τελεώτεροι τὴν ἀσέβειαν, ἢ καὶ οἱ τῆς δευτέρας μερίδος, λέγω δὲ τοὺς περὶ τὸν υἱόν πως εὐγνώμονας; ὁ μὲν γὰρ κοινός μοι πρὸς ἀμφοτέρους λόγος, ὁ δὲ πρὸς τούτους ἴδιος. ὁ μὲν οὖν πρὸς τούτους τοιοῦτος. τί φατε τοῖς τριθείταις ἡμῖν οἱ τὸν υἱὸν σέβοντες, εἰ καὶ τοῦ πνεύματος ἀφεστήκατε; ὑμεῖς δὲ οὐ διθεῖται; εἰ μὲν γὰρ ἀρνεῖσθε καὶ τοῦ μονογενοῦς τὴν προσκύνησιν, σαφῶς τέταχθε μετὰ τῶν ἐναντίων· καὶ τί φιλανθρωπευόμεθα πρὸς ὑμᾶς ὡς οὐ πάντῃ νενεκρωμένους; εἰ δὲ σέβεσθε, καὶ μέχρι τούτου διάκεισθε σωτηρίως, ὑμᾶς ἐρω τήσομεν· τίς ὁ λόγος τῆς διθείας ὑμῖν, ἂν τοῦτο ἐγκαλῆσθε; εἰ ἔστι λόγος συνέσεως, ἀποκρίθητε, δότε καὶ ἡμῖν ὁδὸν ἀποκρίσεως. οἷς γὰρ ἂν ὑμεῖς τὴν διθείαν ἀποκρούσησθε λόγοις, οὗτοι καὶ ἡμῖν κατὰ τῆς τριθείας ἀρκέσουσι. καὶ οὕτω νικῶμεν, ὑμῖν τοῖς κατηγόροις συνηγόροις χρώμενοι· οὗ τί γενναιότερον;

14 Ὁ δὲ κοινὸς ἡμῖν πρὸς ἀμφοτέρους τίς ἀγών τε καὶ λόγος; ἡμῖν εἷς θεός, ὅτι μία θεότης· καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει, κἂν τρία πιστεύηται. οὐ γὰρ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον θεός· οὐδὲ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον· οὐδὲ βουλήσει τέμνεται, οὐδὲ δανάμει μερίζεται, οὐδέ τι τῶν ὅσα τοῖς μεριστοῖς ὑπάρχει, κἀν ταῦθα λαβεῖν ἐστίν· ἀλλὰ ἀμέριστος ἐν μεμερισμένοις, εἰ δεῖ συντό μως εἰπεῖν, ἡ θεότης· καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις. ὅταν μὲν οὖν πρὸς τὴν θεότητα βλέψω μεν, καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν μοναρχίαν, ἓν ἡμῖν τὸ φανταζό μενον· ὅταν δὲ πρὸς τὰ ἐν οἷς ἡ θεότης, καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ ὁμοδόξως, τρία τὰ προσκυνούμενα.

15 Τί δαί, οὐχὶ καὶ παρ' Ἕλλησι, φαῖεν ἄν, μία θεότης, ὡς οἱ τὰ τελεώτερα παρ' ἐκείνοις φιλοσοφοῦντες, καὶ παρ' ἡμῖν ἀνθρωπότης μία, τὸ γένος ἅπαν; ἀλλ' ὅμως θεοὶ πολλοί, καὶ οὐχ εἷς, ὡς δὴ καὶ ἄνθρωποι; ἀλλ' ἐκεῖ μὲν ἡ κοινότης τὸ ἓν ἔχει μόνον ἐπινοίᾳ θεω ρητόν· τὰ δὲ καθ' ἕκαστον πλεῖστον ἀλλήλων καὶ τῷ χρόνῳ καὶ τοῖς πάθεσι καὶ τῇ δυνάμει μεμερισμένα. ἡμεῖς τε γὰρ οὐ σύνθετοι μόνον, ἀλλὰ καὶ ἀντίθετοι καὶ ἀλλήλοις καὶ ἡμῖν αὐτοῖς, οὐδὲ ἐπὶ μιᾶς ἡμέρας οἱ αὐτοὶ καθαρῶς μένοντες, μὴ ὅτι τὸν ἅπαντα βίον, ἀλλὰ καὶ σώμασι καὶ ψυχαῖς ἀεὶ ῥέοντες τε καὶ μεταπίπτοντες. οὐκ οἶδα δέ, εἰ μὴ καὶ ἄγγελοι καὶ πᾶσα φύσις ἡ ἄνω μετὰ τὴν τριάδα, κἂν ἁπλοῖ τινὲς ὦσι, καὶ πρὸς τὸ καλὸν παγιώτεροι τῇ πρὸς τὸ ἄκρον καλὸν ἐγγύτητι.

16 Οἵ τε παρ' Ἑλλήνων σεβόμενοι θεοί τε καὶ δαίμονες, ὡς αὐτοὶ λέγουσιν, οὐδὲν ἡμῶν δέονται κατηγόρων, ἀλλὰ τοῖς σφῶν αὐτῶν ἁλίσκονται θεολόγοις, ὡς μὲν ἐμπαθεῖς, ὡς δὲ στασιώδεις, ὅσων δὲ κακῶν γέμοντες καὶ μεταβολῶν, καὶ οὐ πρὸς ἀλλήλους μόνον ἀλλὰ καὶ πρὸς τὰς πρώτας αἰτίας ἀντιθέτως ἔχοντες, οὓς δὴ καὶ Ὠκεανούς, καὶ Τηθύας, καὶ Φάνητας, καὶ οὐκ οἶδα οὕς τινας ὀνο μάζουσι· καὶ τελευταῖόν τινα θεὸν μισότεκνον διὰ φιλαρχίαν, πάντας καταπίνοντα τοὺς ἄλλους ἐξ ἀπληστίας, ἵνα γένηται πάντων ἀνδρῶν τε θεῶν τε πατήρ, δυστυχῶς ἐσθιομένων καὶ ἐμουμένων. εἰ δὲ ταῦτα μῦθοι καὶ ὑπόνοιαί τινες, ὡς αὐτοί φασι, τὸ αἰσχρὸν τοῦ λόγου διαδιδράσκοντες, τί φήσουσι πρὸς τό, Τριχθὰ δὲ πάντα δέδασται, καὶ τὸ ἄλλον ἄλλῳ τινὶ τῶν ὄντων ἐπιστατεῖν, διηρημέ νους καὶ ταῖς ὕλαις καὶ τοῖς ἀξιώμασι; τὸ δὲ ἡμέτερον οὐ τοιοῦτον· οὐδὲ αὕτη μερὶς τῷ Ἰακώβ, φησιν ὁ ἐμὸς θεολόγος· ἀλλὰ τὸ ἓν ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ συγκείμενον οὐχ ἧττον ἢ πρὸς ἑαυτό, τῷ ταὐτῷ τῆς οὐσίας καὶ τῆς δυνάμεως. καὶ οὗτος ὁ τῆς ἑνώσεως λόγος, ὅσον ἐφ' οἷς ἡμεῖς κατειλήφαμεν. εἰ μὲν οὖν οὗτος ἰσχυρὸς ὁ λόγος, τῷ θεῷ χάρις τῆς θεωρίας· εἰ δὲ μή, ζητῶμεν τὸν ἰσχυ ρότερον.

17 Τοὺς δὲ σοὺς λόγους οὐκ οἶδα πότερον παίζοντος εἶναι φήσο μεν, ἢ σπουδάζοντος, οἷς ἀναιρεῖς ἡμῶν τὴν ἕνωσιν. τίς γὰρ δὴ καὶ ὁ λόγος; τὰ ὁμοούσια συναριθμεῖται, φῄς· συναρίθμησιν λέγων τὴν εἰς ἀριθμὸν ἕνα συναίρεσιν· οὐ