1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

πληρέστατός τε ἅμα καὶ συντομώτατος, ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν, μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον.

Γʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· μᾶλ λον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ' ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνο μάζει, τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι, μήτε ἀρξά μενον, μήτε παυσόμενον, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπίπτον ἔννοιαν, καὶ χρόνου, καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμε νος, καὶ τούτῳ λίαν ἀμυδρῶς καὶ μετρίως, οὐκ ἐκ τῶν κατ' αὐτὸν, ἀλλ' ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι φεῦγον, καὶ πρὶν νοηθῆναι διαδιδράσκον· τοσαῦτα περιλάμπον 36.628 ἡμῶν τὸ ἡγεμονικὸν, καὶ ταῦτα κεκαθαρμένον, ὅσα καὶ ὄψιν, ἀστραπῆς τάχος οὐχ ἱσταμένης· ἐμοὶ δοκεῖν, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον καὶ ἀνεπιχείρητον)· τῷ δὲ ἀλήπτῳ, θαυμάζηται· θαυμαζόμενον δὲ, πο θῆται πλέον· ποθούμενον δὲ, καθαίρῃ· καθαῖρον δὲ, θεοειδεῖς ἐργάζηται· τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις ἤδη προσομιλῇ (τολμᾷ τι νεανικὸν ὁ λόγος)· Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος· καὶ τοσοῦ τον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον· καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως, ἢ ὅλον ἄλη πτον εἶναι, ἢ τελέως ληπτόν. Τί γὰρ ὂν ἁπλῆς ἐστι φύσεως, ἐπιζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ, ἡ ἁπλότης· εἴπερ μηδὲ τοῖς συνθέτοις, τὸ εἶναι μόνον συνθέτοις.

∆ʹ. ∆ιχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τού τοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκ βατον, ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὸν κά τω, καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρόνος, οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ' ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀϊδίοις αἰὼν, τὸ συμπαρεκτεινόμενον τοῖς οὖ σιν, οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ' οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν· οὔτε ἐντὸς τούτων ὁριζο μένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἣ διὰ τὴν μοναρχίαν Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθο νίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἁμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἂ καὶ τοῖς σεραφὶμ συγκαταλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς 36.629 μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὅπερ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλι στά τε καὶ ὑψηλότατα.

Εʹ. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ' ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργε τούμενα (τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος)· πρῶ τον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρα νίους· καὶ τὸ ἐννόημα ἔργον ἦν, Λόγῳ συμπληρού μενον, καὶ Πνεύματι τελειούμενον· καὶ οὕτως ὑπ έστησαν λαμπρότητες δεύτεραι, λειτουργοὶ τῆς πρώ της λαμπρότητος, εἴτε νοερὰ πνεύματα, εἴτε πῦρ, οἷον ἄϋλον καὶ ἀσώματον, εἴτε τινὰ φύσιν ἄλλην ὅτι ἐγγυτάτω τῶν εἰρημένων, ταύτας ὑπολη πτέον. Βούλομαι μὲν εἰπεῖν, ὅτι ἀκινήτους πρὸς τὸ κακὸν, καὶ μόνην ἐχούσας τὴν τοῦ καλοῦ κίνησιν, ἅτε περὶ Θεὸν οὔσας, καὶ τὰ πρῶτα ἐκ Θεοῦ λαμπο μένας (τὰ γὰρ ἐνταῦθα δευτέρας ἐλλάμψεως)· πείθει δέ με, μὴ ἀκινήτους, ἀλλὰ δυσκινήτους, καὶ ὑπολαμβάνειν