1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

ἐκείνου νομοθεσίας καὶ στρατηγίας; Εἰσηγοῦμαι τι καὶ τῶν οὐκ ἐμῶν, μᾶλλον δὲ καὶ λίαν ἐμῶν, ἂν πνευματικῶς θεωρῇς. Χρῆσαι παρ' Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ· μετὰ τούτων ὅδευσον· ἐκ τῶν ἀλλοτρίων ἐφοδιάσθητι, μᾶλλον δὲ τῶν σῶν· χρεωστεῖταί σοι μισθὸς τῆς δουλείας καὶ τῆς πλινθείας· σόφισαί τι καὶ σὺ περὶ τὴν ἀπαίτησιν· καλῶς ἀπο στέρησον. Ἔστω, τεταλαιπώρηκας ἐνταῦθα, τῷ πηλῷ μαχόμενος, τῷ μοχθηρῷ τούτῳ καὶ ῥυπαρῷ σώ ματι, καὶ πόλεις οἰκοδομῶν ἀλλοτρίας καὶ σφαλερὰς, ὧν ἀπολεῖται τὸ μνημόσυνον μετ' ἤχου. Τί δαί; προῖκα ἐξέρχῃ καὶ ἀμισθί; Τί δαί; καταλείψεις Αἰγυπτίοις καὶ ταῖς ἀντικειμέναις δυνάμεσιν, ἃ κα κῶς ἐκτήσαντο, καὶ χεῖρον δαπανήσουσιν; Οὐκ ἔστιν ἐκείνων· ἐσύλησαν, ἥρπασαν τοῦ εἰπόντος· Ἐμόν ἐστι τὸ ἀργύριον, καὶ ἐμόν ἐστι τὸ χρυσίον, καὶ δώσω αὐτὸ ᾧ βούλομαι. Χθὲς ἦν ἐκείνων· συν εχωρεῖτο γάρ. Σήμερον σοὶ προσάγει καὶ δίδωσιν ὁ ∆εσπότης, καλῶς χρησομένῳ καὶ σωτηρίως. Κτη σώμεθα ἡμῖν αὐτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδι κίας, ἵν' ὅταν ἐκλίπωμεν, ἀντιλάβωμεν ἐν καιρῷ κρίσεως.

ΚΑʹ. Εἰ μέν τις εἶ Ῥαχὴλ, ἢ Λεία, ψυχὴ πατριαρ χικὴ καὶ μεγάλη, καὶ τὰ εἴδωλα κλέψον, ἅπερ ἂν εὕρῃς, τοῦ σοῦ πατρὸς, οὐχ ἵνα φυλάξῃς, ἀλλ' ἵν' ἀφανίσῃς· εἰ δὲ Ἰσραηλίτης σοφὸς, πρὸς τὴν γῆν τῆς ἐπαγγελίας μετένεγκε· καὶ περὶ τούτων ὁ διώ κτης ἀλγησάτω, καὶ γνώτω κατασοφισθεὶς, ὅτι μά την ἐτυράννει καὶ κατεδουλοῦτο τοὺς κρείττονας. Ἂν οὕτω ποιῇς, καὶ οὕτως ἐξέλθῃς Αἴγυπτον, εὖ οἶδα, στύλῳ πυρὸς καὶ νεφέλης ὁδηγηθήσῃ νυκτὸς καὶ ἡμέρας, ἔρημος ἡμερωθήσεται, θάλασσά σοι τμηθήσεται, Φαραὼ βαπτισθήσεται, ἄρτος ὀμβρήσει, πέτρα πηγάσει, Ἀμαλὴκ καταπολεμηθήσεται· οὐχ ὅπλοις μόνον, ἀλλὰ καὶ πολεμίαις χερσὶ δικαίων, εὐχὴν ὁμοῦ τυπούσαις, καὶ σταυροῦ τρόπαιον τὸ ἀήττητον· ποταμὸς ἀνακοπήσεται, ἥλιος στήσεται σελήνη σχεθήσεται, τείχη κατενεχθήσεται, καὶ δίχα μηχανημάτων, σφηκίαι προδραμοῦνται, ὁδοποιοῦσαι τῷ Ἰσραὴλ, καὶ τοὺς ἀλλοφύλους ἀνείργουσαι· τἄλλα τε ὅσα ἐπὶ τούτοις καὶ σὺν τούτοις ἱστόρηται, ἵνα μὴ μακρὸν ἀποτείνω λόγον, παρὰ Θεοῦ σοι δοθή σεται. Τοιαύτην ἑορτὴν ἑορτάζεις σήμερον· τοιοῦ τον ἑστιᾷ τὸ ἐπὶ σοὶ τοῦ γεννηθέντος γενέθλιον, καὶ τοῦ παθόντος ἐπιτάφιον· τοιοῦτόν σοι τὸ τοῦ Πάσχα μυστήριον. Ταῦτα ὁ νόμος ὑπέγραψε· ταῦτα Χριστὸς ἐτελείωσεν, ὁ τοῦ γράμματος καταλυτὴς, ὁ τελειωτὴς τοῦ Πνεύματος, ὃς οἷς ἔπαθε, τὸ πάσχειν διδάσκων, οἷς ἐδοξάσθη, τὸ συνδοξασθῆναι χαρίζεται. 36.653

ΚΒʹ. Ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα, τοῖς μὲν πολλοῖς παρορώμενον, ἐμοὶ δὲ, καὶ λίαν ἐξεταζόμενον. Τίνι γὰρ τὸ ὑπὲρ ἡμῶν αἷμα, καὶ περὶ τίνος ἐχέθη, τὸ μέγα καὶ περιβόητον τοῦ Θεοῦ, καὶ ἀρχιερέως, καὶ θύματος; Κατειχόμεθα μὲν γὰρ ὑπὸ τοῦ πονηροῦ, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, καὶ ἀντιλαβόντες τῆς κακίας τὴν ἡδονήν. Εἰ δὲ τὸ λύτρον οὐκ ἄλλου τινὸς, ἢ τοῦ κατέχοντος γίνεται, ζητῶ τίνι τοῦτο εἰσηνέχθη, καὶ δι' ἥντινα τὴν αἰτίαν; Εἰ μὲν τῷ πονηρῷ, φεῦ τῆς ὕβρεως· εἰ μὴ παρὰ τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ τὸν Θεὸν αὐτὸν λύ τρον ὁ λῃστὴς λαμβάνει, καὶ μισθὸν οὕτως ὑπερ φυῆ τῆς ἑαυτοῦ τυραννίδος, δι' ὃν καὶ ἡμῶν φείδεσθαι δίκαιον ἦν· εἰ δὲ τῷ Πατρὶ, πρῶτον μὲν πῶς; Οὐχ ὑπ' ἐκείνου γὰρ ἐκρατούμεθα. ∆εύτερον δὲ, τίς ὁ λόγος, Μονογενοῦς αἷμα τέρπειν Πατέρα, ὃς οὐδὲ τὸν Ἰσαὰκ ἐδέξατο παρὰ τοῦ πατρὸς προσ φερόμενον, ἀλλ' ἀντηλλάξατο τὴν θυσίαν, κριὸν ἀντι δοὺς τοῦ λογικοῦ θύματος; Ἢ δῆλον, ὅτι λαμβάνει μὲν ὁ Πατὴρ, οὐκ αἰτήσας, οὐδὲ δεηθεὶς, ἀλλὰ διὰ τὴν οἰκονομίαν, καὶ τὸ χρῆναι ἁγιασθῆναι τῷ ἀνθρωπίνῳ τοῦ Θεοῦ τὸν ἄνθρωπον· ἵν' αὐτὸς ἡμᾶς ἐξέληται, τοῦ τυράννου βίᾳ κρατήσας, καὶ πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ τοῦ Υἱοῦ μεσιτεύσαν τος, καὶ εἰς τιμὴν τοῦ Πατρὸς τοῦτο οἰκονομήσαν τος, ᾧ τὰ πάντα παραχωρῶν φαίνεται. Τὰ μὲν δὴ Χριστοῦ τοιαῦτα, καὶ τὰ πλείω σιγῇ σεβέσθω. Ὁ δὲ χαλκοῦς ὄφις κρεμᾶτοι μὲν κατὰ