1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

ταῖς νομικαῖς θυσίαις ἐγκαταμέμικται, καὶ οὐ μικροῦ μέρους τῆς οἰκουμένης, οὐδὲ πρὸς ὀλίγον, ἀλλὰ παντὸς τοῦ κόσμου καὶ διαιωνίζον καθάρσιον. ∆ιὰ τοῦτο λαμβάνεται πρόβατον μὲν, διὰ τὴν ἀκακίαν, καὶ τὸ ἔνδυμα τῆς ἀρχαίας γυμνώσεως. Τοιοῦτον γὰρ τὸ ὑπὲρ ἡμῶν σφάγιον, ἔνδυμα ἀφθαρσίας, καὶ ὂν, καὶ καλούμενον. Τέλειον δὲ, οὐ διὰ τὴν θεότητα μόνον, ἧς οὐδὲν τελεώτερον, ἀλλὰ 36.641 καὶ διὰ τὴν πρόσληψιν τὴν χρισθεῖσαν θεότητι, καὶ γενομένην ὅπερ τὸ χρῖσαν, καὶ θαῤῥῶ λέγειν, ὁμόθεον. Ἄῤῥεν δὲ, ὡς ὑπὲρ τοῦ Ἀδὰμ προσαγόμενον, μᾶλλον δὲ τοῦ στεῤῥοῦ τὸ στεῤῥότερον, τοῦ πρώτου πεσόντος ὑπὸ τὴν ἁμαρτίαν, καὶ ὅτι μά λιστα μηδὲν θῆλυ, μηδὲ ἄνανδρον ἐν ἑαυτῷ φέρον· ἀλλὰ καὶ ἐκραγὲν βίᾳ δεσμῶν παρθενικῶν τε καὶ μητρικῶν, κατὰ πολλὴν ἐξουσίαν, καὶ τεχθὲν ἄρσεν ἐκ τῆς προφήτιδος, ὡς Ἡσαΐας εὐαγγελίζεται. Ἐνιαύσιον δὲ, ὡς ἥλιον δικαιοσύνης, ἢ ἐκεῖθεν ὁρ μώμενον, ἢ τῷ ὁρωμένῳ περίγραπτον, καὶ εἰς ἑαυτὸν ἐπιστρέφοντα· στέφανόν τε χρηστότητος εὐλογούμενον, καὶ πανταχόθεν ἴσον ἑαυτῷ καὶ ὅμοιον· οὐ μόνον δὲ, ἀλλὰ καὶ ὡς ζωογονοῦν τὸν τῶν ἀρε τῶν κύκλον, ἠπίως ἐπιμιγνυμένων καὶ κιρνα μένων ἀλλήλαις, νόμῳ φιλίας καὶ τάξεως. Ἄμωμον δὲ καὶ ἀκίβδηλον, ὡς θεραπευτικὸν μώμων, καὶ τῶν ἀπὸ κακίας ἐλαττωμάτων καὶ μολυσμάτων. Εἰ γὰρ καὶ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους ἐβάστασεν, ἀλλ' οὐκ αὐτός τι πέπονθε τῶν θεραπείας ἀξίων. Ἐπειράσθη μὲν γὰρ κατὰ πάντα, καθ' ὁμοιότητα τὴν ἡμετέραν, χωρὶς ἁμαρ τίας δέ. Ὁ γὰρ διώξας τὸ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς, οὐ κατέλαβεν.

Ι∆ʹ. Τί ἔτι; Μὴν μὲν εἰσάγεται πρῶτος, μᾶλλον δὲ, ἀρχὴ μηνῶν· εἴτε τις τοῦτο παρ' Ἑβραίοις ὢν ἀπ' ἀρχῆς, εἴτε ὕστερον ἐντεῦθεν γενόμενος, καὶ παρὰ τοῦ μυστηρίου τὸ εἶναι πρῶτος λαβών. Τῇ δε κάτῃ δὲ τοῦ μηνός· οὗτος γὰρ ἀριθμῶν πληρέστατος, ἐκ μονάδων πρώτη μονὰς τελεία, καὶ γεννητικὴ τελειότητος. ∆ιατηρεῖται δὲ εἰς πέμπτην ἡμέραν, ἴσως ὅτι καθαρτικὸν αἰσθήσεων τὸ ἐμὸν θῦμα, ἐξ ὧν τὸ πταίειν, καὶ περὶ ἃς ὁ πόλεμος, εἰσδεχομένας τὸ κέντρον τῆς ἁμαρτίας. Ἐκλέγεται δὲ, οὐκ ἀπὸ τῶν ἀρνῶν μόνον, ἀλλὰ καὶ τοῦ χείρονος εἴδους, καὶ τῆς ἀριστερᾶς χειρὸς τῶν ἐρίφων, ὅτι μὴ ὑπὲρ τῶν δι καίων μόνον, ἀλλὰ καὶ τῶν ἁμαρτωλῶν σφαγιά ζεται· τάχα δὲ ὑπὲρ τούτων καὶ πλέον, ὅσῳ καὶ μεί ζονος χρῄζομεν τῆς φιλανθρωπίας. Θαυμαστὸν δὲ οὐδὲν, εἰ μάλιστα μὲν κατ' οἶκον ἕκαστον ἐπιζητεῖται τὸ πρόβατον, εἰ δὲ μὴ, καὶ κατ' οἴκους πατριῶν, διὰ πενίαν ἐρανιζόμενον· ἐπειδὴ κράτιστον, μάλιστα μὲν αὐτὸν ἕκαστον ἀρκεῖν ἑαυτῷ πρὸς τελείωσιν, καὶ θυ σίαν ζῶσαν, ἁγίαν προσάγειν τῷ καλοῦντι Θεῷ, πάντοτε καὶ διὰ πάντων καθιερούμενον· εἰ δὲ μὴ, 36.644 καὶ συνεργοῖς εἰς τοῦτο κεχρῆσθαι, τοῖς κατ' ἀρετὴν ὁμογενέσι καὶ ὁμοτρόποις. Τοῦτο γάρ μοι δοκεῖ βούλεσθαι, τὸ κοινωνεῖν τοῖς ἔγγιστα τοῦ θύματος, εἰ δεήσειεν.

ΙΕʹ. Ἐντεῦθεν ἡ ἱερὰ νὺξ, καὶ τοῦ παρόντος βίου τῆς κεχυμένης, τῆσδε νυκτὸς ἀντίπαλος, καθ' ἣν τὸ πρωτόγονον λύεται σκότος, καὶ εἰς φῶς ἅπαντα, καὶ τάξιν, καὶ εἶδος ἔρχεται, καὶ κόσμον ἡ πρὶν ἀκοσμία λαμβάνει. Ἐντεῦθεν Αἴγυπτον φεύγομεν, τὴν σκυθρωπὴν καὶ διώκτριαν ἁμαρτίαν, καὶ Φαραὼ τὸν ἀόρατον τύραννον, καὶ τοὺς πικροὺς ἐργοδότας, πρὸς τὸν ἄνω μετασκευαζόμενοι κόσμον· καὶ τοῦ πη λοῦ καὶ τῆς πλινθείας ἐλευθερούμεθα, τῆς τε τοῦ ἀχύρου καὶ σφαλερᾶς τοῦ σαρκίου τοῦδε συστά σεως, καὶ μηδ' ὅσον ἀχυρώδεσι λογισμοῖς ἐπὶ τῶν πολλῶν κρατουμένης. Ἐντεῦθεν ὁ ἀμνὸς σφαγιάζε ται, καὶ σφραγίζονται τῷ τιμίῳ αἵματι πρᾶξις καὶ λόγος, εἴτουν ἕξις καὶ ἐνέργεια, αἱ τῶν ἡμετέ ρων θυρῶν παραστάτιδες, λέγω δὴ τῶν τοῦ νοῦ κινημάτων τε καὶ δογμάτων, καλῶς ἀνοιγομέ νων καὶ κλειομένων ἐκ θεωρίας, ἐπειδὴ μέτρον ἐστί τι καὶ καταλήψεων. Ἐντεῦθεν ἡ τελευταία καὶ βα ρυτάτη τοῖς διώκταις πληγὴ, καὶ νυκτὸς ὄντως ἀξία· καὶ θρηνεῖ τὰ