1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

γλῶττα πολλὰ τῶν ἔξωθεν εἰς αὐτὴν ἐναποτίθενται κακῶν. Ὅταν δὲ μετέωρος γένηται, καὶ πρὸς τὰ πνευματικὰ τὴν ἑαυτῆς μεταγάγῃ σχολὴν, ἀπετείχισε ταῖς πονηραῖς φαντασίαις τὴν εἴσοδον, οὐκ ἐμφράξασα τὰς αἰσθήσεις, ἀλλὰ τὴν ἀκολούθησιν αὐτῶν πρὸς ἐκεῖνο μεταγαγοῦσα τὸ ὕψος. Καθάπερ γὰρ δέσποινα φοβερά τε καὶ ἐμβριθὴς, μύρον ἐργαζομένη ποικίλον, βαρύτιμον καὶ πολυτελὲς, καὶ πολλῶν εἰς τοῦτο δεομένη τῶν διακονησομένων χειρῶν, τὰς θεραπαίνας αὐτῆς ἀναστήσασα, καὶ πρὸς ἑαυτὴν ἀγαγοῦσα, τὴν μὲν κοσκίνῳ τὸ μηδέπω κατειργασμένον τῶν ἀρωμάτων ἀποκρίνειν ἐκέλευσε, τὴν δ' αὖ ζυγὰ καὶ σταθμὰ λαβοῦσαν σκοπεῖν ἀκριβῶς, ὅπως μήτε ἔλαττον, μῆτε πλέον τοῦ δέοντος ἐπεισελθὸν τῆς τοῦ παντὸς κατασκευῆς τὴν συμμετρίαν λυμήνηται, καὶ τὴν μὲν ἕψειν τὰ τούτου δεόμενα, τὴν δὲ τρίβειν ὅσα μὴ καλῶς ἔχει, τὴν δὲ ἕτερα φύρειν καὶ ἀναμιγνύναι τοῖς ἄλλοις, τὴν δὲ ἀλάβαστρον ἔχουσαν ἑστάναι· τὴν δὲ ἄγγος ἕτερον, καὶ ἄλλην ἄλλο τι μεταχειρίζειν, καὶ οὕτως αὐτῶν τήν τε διάνοιαν καὶ τὰς χεῖρας ἐκείνῳ προσηλώσασα τῷ ἔργῳ, οὐκ ἐᾷ διαφθαρῆναί τι τῇ σπουδῇ, ἐφεστῶσα διόλου, καὶ μὴ συγχωροῦσα πλανᾶσθαι ἔξω καὶ κεχηνέναι τὰς ὄψεις· οὕτω καὶ ἡ ψυχὴ τὸ πολυτελὲς τοῦτο μύρον κατασκευάζουσα, τὴν κατάνυξιν λέγω, τὰς αἰσθήσεις ἄγει πρὸς ἑαυτὴν, τὴν ῥᾳθυμίαν αὐτῶν περικόπτουσα. Αὐτίκα γοῦν εἴ ποτε συμβαίη συστρέψασαν ἑαυτὴν λογίζεσθαί τι τῶν δεόντων καὶ θεοφιλῶν, ἐρήμους τῶν ἐνεργειῶν τὰς αἰσθήσεις καθίστησιν, ὥστε μηδὲν τῶν περιττῶν ἐπεισαγούσας ἀκαίρως διαταράξαι τὴν ἔνδον γινομένην ἡσυχίαν αὐτῇ. ∆ιὸ καὶ προσπίπτουσι μὲν φωναὶ ταῖς ἀκοαῖς, καὶ θεωρίαι ταῖς ὄψεσι· παραπέμπεται δὲ ἔνδον οὐδὲν, τῆς ἑκάστου τούτων ἐνεργείας τῶν μελῶν ἐστραμμένης πρὸς τὴν ψυχήν. Καὶ τί λέγω φωνὰς καὶ θεωρίας, ὅπου γε πολλοὶ τῶν ἐν ταύτῃ γενομένων τῇ καταστάσει, οὐ μόνον τοὺς παριόντας πρὸ τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ τοὺς ἐνωθοῦντας αὐτοῖς ἀπῆλθον μὴ αἰσθόμενοι; Τοσαύτη γὰρ τῆς ψυχῆς ἡ ἀρετὴ, ὡς εἶναι ῥᾴδιον τῷ βουλομένῳ διατρίβειν μὲν ἐπὶ τῆς γῆς, ὥσπερ δὲ ἐν οὐρανῷ καθημένῳ μηδενὸς ἐπαισθάνεσθαι τῶν γινομένων ἐπὶ τῆς γῆς.

βʹ. Τοιοῦτος ὁ μακάριος Παῦλος ἦν, ὃς τοσοῦτον ἀφειστήκει τῶν παρόντων ἁπάντων ἐν μέσαις στρεφόμενος πόλεσιν, ὅσον τῶν νεκρῶν ἀφεστήκαμεν σωμάτων ἡμεῖς. 47.413 Ὅταν γὰρ λέγῃ, Ἐμοὶ κόσμος ἐσταύρωται, ταύτην λέγει τὴν ἀναισθησίαν· μᾶλλον δὲ οὐ ταύτην μόνην, ἀλλὰ καὶ ἑτέραν τοιαύτην, ὡς εἶναι τὴν προειρημένην διπλῆν. Οὐ γὰρ εἶπε μόνον, Ἐμοὶ κόσμος ἐσταύρωται, καὶ ἐσιώπησεν, ἀλλὰ διὰ τῆς ἐπαγωγῆς καὶ ἑτέραν ἐδήλωσεν εἰπὼν, ὅτι Κἀγὼ τῷ κόσμῳ. Μεγάλη μὲν οὖν φιλοσοφία καὶ τὸ νομίζειν νεκρὸν εἶναι τὸν κόσμον, πλείων δὲ ταύτης καὶ πολλῷ μείζων τὸ καὶ αὐτὸν ὡς τεθνηκότα διακεῖσθαι πρὸς ἐκεῖνον. Ὅπερ οὖν ὁ Παῦλος ἐνέφηνε, τοιοῦτον δή τί ἐστι· λέγει γὰρ οὐ τοσοῦτον ἀπέχειν τῶν παρόντων, ὅσον οἱ ζῶντες τῶν νεκρωθέντων, ἀλλ' ὅσον οἱ νεκροὶ τῶν νεκρῶν. ∆ιότι ὁ μὲν ζῶν, εἰ καὶ μὴ ἐπιθυμεῖ τοῦ τετελευτηκότος, ἀλλ' ἑτέρως αἰσθάνεται, ἢ καὶ θαυμάζων ἔτι τὸ κάλλος τοῦ κειμένου, ἢ καὶ ἐλεῶν αὐτὸν καὶ δακρύων· ὁ δὲ νεκρὸς πρὸς τὸν ἀπελθόντα οὐδὲ ταύτην ἔχει τὴν σχέσιν καὶ τὴν διάθεσιν. Τοῦτο τοίνυν ἐμφῆναι βουλόμενος, εἰπὼν, Ἐμοὶ κόσμος ἐσταύρωται, ἐπήγαγε, κἀγὼ τῷ κόσμῳ. Ὁρᾷς πόσον ἀφειστήκει τῆς οἰκουμένης, πῶς ἐν τῇ γῇ βαδίζων πρὸς αὐτὴν ἀνεπεπηδήκει τοῦ οὐρανοῦ τὴν κορυφήν; Μὴ γάρ μοι τὰς ἀκρωρείας εἴπῃς τῶν ὀρῶν, μηδὲ νάπας καὶ φάραγγας καὶ ἐρημίαν ἄβατον· οὐδὲ γὰρ ἱκανὰ ταῦτα μόνα ψυχῆς θόρυβον ἐξελεῖν· ἀλλὰ δεῖ τῆς φλογὸς ἐκείνης, ἣν ἀνῆψε μὲν ὁ Χριστὸς ἐν τῇ τοῦ Παύλου ψυχῇ, ἔτρεφε δὲ ὁ