1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

2

ἐπιθέντα αὐτῷ δήμιον ἀποκρούσασθαι καὶ τὰ τοῦ προφήτου φθέγξασθαι ῥήματα· «Ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν ἕως οὗ οἰκτιρήσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως.» Θεῖα ἀληθῶς ταῦτα παιδεύματα καὶ τῆς ἀνωτάτω φιλοσοφίας δόγματα· «Ἐνεπλήσθημεν, φησίν, ἐξουδενώσεως» καὶ μυρία ὑπέστημεν χαλεπά· ἀλλ' ὁμῶς τοῦ πρὸς τὸν θεὸν ἀναβλέπειν οὐκ ἀποστησόμεθα, οὐδὲ πρὶν ἢ λαβεῖν τὴν αἴτησιν παυσόμεθα αἰτοῦντες αὐτόν. Τοῦτο γὰρ γενναίας ψυχῆς μὴ καταπίπτειν μηδ' ἀπαγορεύειν πρὸς τὸ πλῆθος τῶν κατεχόντων δεινῶν μηδὲ πολλάκις αἰτοῦντας καὶ ἀποτυγχάνοντας ἀναχωρεῖν, ἀλλ' ἐπιμένειν «ἕως οὗ οἰκτιρήσαι ἡμᾶς».

2 ∆ιὰ γὰρ τοῦτο ὁ διάβολος ἡμᾶς εἰς τοὺς τῆς ἀπογνώσεως ἐμβάλλει λογισμούς, ἵνα ἐκκόψῃ τὴν ἐλπίδα τὴν πρὸς τὸν θεόν, τὴν ἄγκυραν τὴν ἀσφαλῆ, τὴν ὑπόθεσιν τῆς ἡμετέρας ζωῆς, τὴν χειραγωγὸν τῆς πρὸς τὸν οὐρανὸν ἀναφερούσης ὁδοῦ, τὴν σωτηρίαν τῶν ἀπολλυμένων ψυχῶν. «Τῇ γὰρ ἐλπίδι, φησίν, ἐσώθημεν.» Αὕτη γάρ, αὕτη, καθάπερ τις χρυσῆ σειρὰ τῶν οὐρανῶν ἐξαρτηθεῖσα, τὰς ἡμετέρας διαβαστάζει ψυχάς, κατὰ μικρὸν πρὸς τὸ ὕψος ἐκεῖνο ἀνέλκουσα τοὺς σφόδρα ἐχομένους αὐτῆς, καὶ τοῦ κλύδωνος ἡμᾶς τῶν βιωτικῶν ὑπεραίρουσα κακῶν. Ἂν οὖν τις μεταξὺ μαλακι σθεὶς ἀφῇ τὴν ἄγκυραν ταύτην τὴν ἱεράν, κατέπεσέ τε εὐθέως καὶ ἀπεπνίγη, εἰς τὴν ἄβυσσον τῆς κακίας ἐλθών. Ἅπερ εἰδὼς ὁ πονηρός, ἐπειδὰν ἡμᾶς αὐτοὺς τῷ τῶν πονηρῶν πράξεων βαρυνομένους συνειδότι αἴσθηται, ἐπελθὼν καὶ αὐτὸς τὸν ἀπὸ τῆς ἀπογνώσεως λογισμὸν ὄντα μολύβδου βαρύτερον ἐπιτίθησιν· κἂν αὐτὸν παραδεξώμεθα, ἀνάγκη λοιπὸν κατασπασθέντας εὐθέως τῷ βάρει, καὶ τῆς σειρᾶς ἀπορραγέντας ἐκείνης, κατελθεῖν εἰς τὸ βάθος τῶν κακῶν, ἔνθα καὶ αὐτὸς γέγονας νῦν. Τοῦ μὲν πραοῦ καὶ ταπεινοῦ ∆εσπότου τὰ προστάγματα ἀφείς, τοῦ δὲ ὠμοῦ καὶ ἀσπόνδου τυράννου τῆς ἡμετέρας σωτηρίας ἐχθροῦ τὰ ἐπιτάγματα ἐξανύων ἅπαντα, καὶ τὸν χρηστὸν διαρρήξας ζυγόν, καὶ τὸ φορτίον ἀπορρίψας τὸ ἐλαφρόν, καὶ τοὺς σιδηροῦς ἀντ' ἐκείνων κλοίους περιθείς, ἔτι καὶ τὸν μύλον ἐξήρτησας τὸν ὀνικὸν τοῦ τραχήλου τοῦ σοῦ. Ποῦ οὖν στήσῃ λοιπὸν τὴν ἀθλίαν καταποντίζων ψυχήν, τοῦ κάτω φέρεσθαι διηνεκῶς τοιαύτην σαυτῷ τὴν ἀνάγκην ἐπιθείς; Ἡ μὲν οὖν τὴν μίαν δραχμὴν εὑροῦσα γυνή, τὰς γείτονας ἐκάλει τῆς εὐφροσύνης κοινωνούς, «Συγχάρητέ μοι» λέγουσα· ἐγὼ δὲ τοὺς φίλους ἅπαντας τούς τε ἐμοὺς καὶ τοὺς σοὺς ἐπὶ τοῖς ἐναντίοις παρακαλέσω νῦν, οὒ «Συγχάρητέ μοι» λέγων, ἀλλὰ «Συμπενθήσατε, καὶ θρῆνον ἀναλάβεσθε τὸν αὐτόν, καὶ γοερὸν σὺν ἡμῖν ἀνακράξατε μέλος. Ζημία γὰρ ἡμᾶς ἐσχάτη κατείληφεν, οὐχ ὅτι χρυσοῦ τάλαντα τόσα καὶ τόσα τῆς ἐμῆς ἐξέπεσεν χειρὸς, οὐδ' ὅτι λίθων τιμίων πολὺς ἀριθμός, ἀλλ' ὅτι τούτων ἁπάντων ὁ τιμιώτερος συμπλέων ἡμῖν τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, οὐκ οἶδα πῶς, ἐξολισθήσας, εἰς αὐτὸν τῆς ἀπωλείας τὸν πυθμένα κατέπεσεν.»

3 Εἰ δέ τινές με τοῦ θρηνεῖν ἀπάγειν πειρῶνται, τὰ τοῦ προφήτου πρὸς αὐτοὺς φθέγξομαι λέγων· «Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με.» Οὐ γὰρ τοιοῦτον πένθος πενθῶ νῦν ὡς καὶ κατάγνωσιν φέρειν ἡμῖν τὴν ἀμετρίαν τῶν ὀδυρμῶν, ἀλλ' ὑπὲρ οὗ, κἂν εἰ Παῦλος, κἂν εἰ Πέτρος ἦν, οὐκ ἂν ᾐσχύνθησαν κλαίοντες καὶ πενθοῦντες καὶ θρηνοῦντες καὶ πᾶσαν παράκλησιν διωθούμενοι. Τοῖς μὲν γὰρ τὸν κοινὸν τοῦτον θάνατον ὀδυρομένοις εἰκότως ἄν τις ἐγκαλέσειεν μικροψυχίαν πολλήν· ὅταν δὲ ἀντὶ σώματος ψυχὴ προκέηται νεκρά, μυρίας ἔχουσα τὰς ὠτειλάς, καὶ ἐν αὐτῇ τῇ νεκρότητι τὴν εὐφυΐαν αὐτῆς ἐμφαίνουσα τὴν προτέραν καὶ τὴν εὐεξίαν καὶ τὸ κάλλος τὸ ἀποσβεσθέν, τίς οὕτως ὠμὸς καὶ ἀσυμπαθής, ὡς ἀντὶ θρήνων καὶ ὀδυρμῶν παραμυθητικοὺς λόγους προσαγαγεῖν. Ὥσπερ γὰρ ἐκεῖ τὸ μὴ πενθεῖν φιλοσοφίας ἐστίν, οὕτως ἐνταῦθα τὸ