2
ἀναστῆσαι βουλόμενος μετ' ὀργῆς καὶ ἐπιπλήξεως τοῦτο ποιεῖ, ἀλλὰ μετὰ θεραπείας καὶ παρακλήσεως προσάγει τὰ φάρμακα. Καὶ γὰρ εἰ μὲν κολάσαι προὔκειτο, καὶ τὴν τῶν δικαζόντων εἴχομεν τάξιν, ἐχρῆν καὶ ἀγανακτεῖν· εἰ δὲ ἐκείνην ἀφέντες, τὴν τῶν ἰατρῶν καὶ θεραπεῦσαι βουλομένων μεταλαμβάνομεν, παρακαλεῖν χρὴ καὶ δεῖσθαι, καὶ αὐτῶν, εἰ δέοι, τῶν γονάτων αὐτῶν ἅπτεσθαι, ὥστε γενέσθαι τὸ σπουδαζόμενον. Καθάπερ οὖν οἱ ἰατροὶ τῶν βλαπτόντων μὲν, ἡδονὴν δὲ ἐχόντων ἀπάγοντες, εἴτε σιτίων, εἴτε ποτῶν, τοῦτο πρὸ τῶν ἄλλων πείθουσι τοὺς ἀρρώστους, ὅτι τὸ τοιοῦτον μετὰ τῆς βλάβης πολλὴν ἔχει καὶ τὴν ἀηδίαν· οὕτω καὶ ἡμεῖς ποιῶμεν, δεικνύντες αὐτοῖς, ὅτι ἡ ἡδίστη αὕτη συνοίκησις πολὺν ἔχει τὸν ὄλεθρον, καὶ τῶν δηλητηρίων οὐδὲν ἄμεινον φαρμάκων κατεσκεύασται. Καὶ δοκεῖ μὲν εὐφροσύνην τινὰ ἔχειν, πολλὴν δὲ ἐναποκεκρυμμένην δριμύτητα καὶ πικρίαν καταχέει τῆς ἡδομένης ψυχῆς. Ἐπεὶ καὶ αὕτη ἡ μετὰ πειθοῦς ἀναχώρησις ἀσφαλής, - ὁ μὲν γὰρ φόβῳ τῆς φιλουμένης διαζευγνύμενος καὶ ἀνάγκῃ, σφοδρότερός τε ἐραστὴς γίνεται, καὶ ἴσως καὶ ἐπανήξει πάλιν· ὁ δὲ τοῦ πράγματος καταγνοὺς, καὶ οὕτω φυγὼν ὡς ἐπιβλαβὲς καὶ πικρὸν, οὐδ' ἂν ὑποστρέψειεν αὖθις, τὴν ἐκ τῆς οἰκείας γνώμης ψῆφον πάσης ἀνάγκης ἔχων ἰσχυροτέραν- 2 πῶς οὖν αὐτοὺς πείσομεν, ὅτι οὐ βλαβερὸν μόνον τοῦτο, ἀλλὰ καὶ πικρόν; πῶς δὲ ἄλλως ἀλλ' ἢ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως; Ἐρώμεθα οὖν αὐτούς· εἴ τις πολυτελῆ τράπεζαν παραθεὶς, καὶ πολλῶν καὶ ἡδίστων γέμουσαν ἐδεσμάτων, ἀπηγόρευε μετὰ σφοδρᾶς τῆς ἀπειλῆς μὴ ἅπτεσθαί τινος τῶν προκειμένων, ἆρα ἄν τις εἵλετο τοιαύτῃ παρακαθῆσθαι τραπέζῃ, καὶ κολάζειν ἑαυτόν; Οὐκ ἔγωγε οἶμαι· οὐδὲ γὰρ τοσαύτην ἀπὸ τῆς ὄψεως ἐκαρποῦτο τὴν ἡδονὴν, ὅσην ἀπὸ τῆς κωλύσεως ὑπέμενε τὴν ἀθυμίαν. Τί δαὶ εἰ διψῶντι καὶ καιομένῳ πηγήν τις ἐπιδείξας καθαράν τε καὶ διαυγῆ, μὴ μόνον αὐτῆς μὴ ἀπογεύσασθαι, ἀλλὰ μηδὲ ἄκροις θιγεῖν τοῖς δακτύλοις ἐπέτρεπεν, ἆρα ἂν ταύτης ἐγένετό τι πικρότερον τῆς κολάσεως; Οὐδὲ ἐνταῦθα οἶμαί τινα ἀντερεῖν. Τοσοῦτον γάρ ἐστι τοῦτο κακὸν, ὅτι καὶ τῶν ἔξωθεν οἱ ταῦτα διασκέπτεσθαι μάλιστα ὄντες δεινοὶ, ἡδονῆς φύσιν λέγω καὶ λύπης, θελήσαντες ποιῆσαι κολαζομένους τινὰς σφοδρῶς, οὐκ ἄλλως ἐποίησαν, ἢ τούτῳ τῷ τρόπῳ· πλάσαντες γάρ τινα μῦθον, ἄγουσιν ἐν τῷ μύθῳ τινὰ, ὃν ἔδει δοῦναι δίκην ἐσχάτην, καὶ ἕτερον μὲν οὐδὲν, πανδαισίαν δὲ παραθέντες αὐτῷ, καὶ παραρρέον δείξαντες ὕδωρ, οὐδενὸς ἀπολαῦσαι τούτων συνεχώρουν, ἀλλ' ὁμοῦ τε ἐξέτεινε τὴν χεῖρα ἐκεῖνος καὶ τὰ ὁρώμενα ἅπαντα ἀφίπτατο, καὶ τοῦτο ἐγίνετο διὰ παντός. Καὶ οὗτος τῆς κολάσεως ὁ τρόπος ἦν κατὰ τὸν μῦθον τὸν ἔξωθεν. Καὶ φιλοσόφων δέ τις ἰδών τινα τῶν αὐτῷ συνόντων καταφιλήσαντα νέον εὔμορφον, ἐθαύμασεν εἰπὼν ὅτι καὶ εἰς πῦρ οὗτος ῥᾳδίως ἂν κυβιστήσειεν ὁ τοσαύτην τολμήσας διὰ τοῦ φιλήματος ἀνάψαι ἐν ἑαυτῷ κάμινον. Ἐγὼ δὲ τοσοῦτο μὲν οὐκ ἂν εἴποιμι, ὅτι τὰς συνοικούσας φιλοῦσιν ἢ ἐπαφῶνται· εἰ δέ τινες ἕτεροι ταῦτα κατηγοροῖεν, δεῖξαι πειράσομαι ὅτι, κἂν μέχρι τοσούτου προΐωσι, πικροτέραν πάλιν καθ' ἑαυτῶν τῆς προτέρας ἐπισπῶνται τὴν βάσανον.
Εἰ γὰρ ὄψις μόνη τοσαύτην ἐντίθησιν ὀδύνην, ὅταν καὶ ἁφὴ προσῇ, τῆς ὄψεως πολὺ παχυτέρα ἀπόλαυσις, μείζονα αἴρει τὴν φλόγα, καὶ δριμυτέραν ἐργάζεται τὴν ἀλγηδόνα, καὶ χαλεπώτερον ποιεῖ τὸ θηρίον. Ὅσῳ γὰρ ἂν αὔξωμεν τὰ τῆς ἐπιθυμίας, καὶ ἰσχυροτέραν αὐτῇ παρέχωμεν τὴν τροφὴν, τοσούτῳ καὶ τὰ τῆς ὀδύνης ἡμῖν ἐπιτείνεται. Καὶ καθάπερ ὁ τῇ τραπέζῃ καὶ τῇ πηγῇ παρακαθήμενος οὐχ οὕτως ὁρῶν ὀδυνᾶται, ὡς ὅταν καὶ τῇ χειρὶ θιγεῖν ἐπιτραπεὶς ἀπογεύσασθαι κωλυθῇ πάλιν· οὕτω δὴ καὶ οἱ τῶν παρθενικῶν σωμάτων ψαῦσαι ἐπιτρεπόμενοι, χαλεπώτερον τῆς θέας ἀπὸ τῆς ἁφῆς κολάζονται, πικροτέραν ἐφελκόμενοι τὴν ἐκ τῆς ἀποτυχίας ὀδύνην. Καὶ τί δεῖ ταῦτα ἀπὸ τῶν ἔξωθεν πραγμάτων φιλοσοφεῖν; ἡ γὰρ τοῦ Θεοῦ ψῆφος ἡ τούτων ἁπάντων ἰσχυροτέρα, αὕτη δείκνυσι τοῦτο τοιοῦτον