1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

2

λαὸς ὁ ὑπ' αὐτοῦ βασιλευόμενος πεσεῖται παρανομίαις, καί τινας ὑπὲρ τούτων εὐθύνας ὑφέξει, καὶ ὡς ἐξανδραπο δισθήσεται, καὶ μέτοικος ἐν Βαβυλῶνι γενήσεται, συν έγραψε τὸν ψαλμὸν, καὶ τὰ οἰκεῖα τραύματα θεραπεύων, καὶ τῷ λαῷ κατασκευάζων κατάλληλον φάρμακον. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. [Καὶ τῷ θειοτάτῳ ∆αυῒδ, καὶ τῷ δορυαλώτῳ λαῷ, καὶ τοῖς ἐν ἡμῖν διακειμένοις κακῶς ἁρμόττει τὰ προκείμενα ῥήματα. Τὰ γὰρ μεγάλα τῶν τραυμάτων ἰσομέτρων δεῖται φαρμάκων. Οὗ δὴ χάριν καὶ ὁ μέγας ἱκετεύει ∆αυῒδ ὅλον εἰς αὐτὸν ἐκχυθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγὴν κατακενῶσαι τῆς ἁμαρτίας τὰ ἴχνη. Εἰκότως δὲ ἀνόμημα καλεῖ τὸ πλημμέλημα· διπλῆν γὰρ ἔχει τοῦ νόμου παράβασιν] Ἐξάλειψον τὸ ἀνό μημά μου. Ἤκουσας τοῦ προφήτου λέγοντος· Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Τί οὖν πλέον ζητεῖς; Μένω εὐχαριστῶν, μένω δοξολογῶν. Περιῃρέθη τὸ ἁμάρτημά μου, βούλομαι καὶ τὴν οὐλὴν ἀφανισθῆναι· περιῃρέθη τὸ ἕλκος, βούλομαι καὶ τὴν εὐμορφίαν ἀπο λαβεῖν. βʹ. Προσέρχεται τοίνυν καὶ λέγει· Ἐλέησον με, ὁ Θεός. Οὐ λέγει τὰ κατορθώματα τοῦ βίου, ἀλλὰ τὴν φιλανθρω πίαν τοῦ ∆εσπότου, ἐπὶ τὸν ἔλεον καταφεύγων, τὸν κοι νὸν τῶν ἁπάντων ἡμαρτηκότων λιμένα. Ἐλέησόν με, ὁ Θεός. Ὁ γὰρ ἔλεός σου ἄφατος, καὶ λόγον ὑπερβαίνων, ἑρμηνευθῆναι μὴ δυνάμενος· ἁμαρτωλῷ παραμυθία. ἀλλὰ καὶ δικαίῳ ἀσφάλεια πολλή. Οὐ γὰρ ἁμαρτωλοὶ μόνον ἐλέῳ σώζονται, ἀλλὰ καὶ δίκαιοι ἐλέῳ τειχίζονται. Καὶ ἵνα μάθῃς ὅτι δίκαιοι ἐλέῳ τειχίζονται, ἄκουε τί φησι τῷ Πέτρῳ, τῷ στύλῳ, τῇ κρηπῖδι, τῷ διὰ τοῦτο κληθέντι Πέτρῳ, ἐπειδὴ τῇ πίστει πεπετρωμένος ἦν· Σίμων, Σίμων, πολλάκις ἠθέλησεν ὁ Σατανᾶς σινιά σαι σε ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Ὁρᾷς ὅτι καὶ οἱ δίκαιος ἐλέους χρῄζουσιν, ἵνα καὶ ἐξ ἁμαρτωλῶν δίκαιοι γένων ται, καὶ ἵνα δίκαιοι γενόμενοι, μένωσι δίκαιοι. Καὶ γὰρ ὁ Ἀπόστολος ἐξ ἐλέου ἐγένετο τοιοῦτος· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Πῶς οὖν ἐσώ θης; Ἀλλὰ διὰ τοῦτο ἠλεήθην. Ὁρᾷς καὶ τοῦτον ἐλέῳ σωζόμενον; Ἐδίωκεν, ἐλυμαίνετο τὴν Ἐκκλησίαν, ἀνέσπα τὰς ἀμπέλους, λύκος ἐγένετο. Προφήτας ἀνέγνω, καὶ τὰ προφητευόμενα παρηνόμει. Ὁ τοῦ πατρῴου νόμου ζηλωτὴς προφήτας ἀνέγνω, καὶ τὸν προφητευθέντα οὐκ ᾔδει. Πῶς οὖν ἠλεήθη; Σαῦλε, Σαῦλε, τί με διώ 55.577 κεις; Ὢ φιλανθρωπίας τοῦ ∆εσπότου, ποῦ κατέβη; Θεὸς ἀνθρώπῳ λέγει, Τί με διώκεις; Τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραϊκῷ λέγει· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. Καὶ ὁ Υἱὸς αὐτοῦ τῷ Σαύλῳ λέγει· Σαῦλε, Σαῦλε, τί με διώκεις; Τί οὖν ἐκεῖνος; Τίς εἶ, Κύριε; Εὐθέως τὴν δεσποτείαν ὡμολό γησεν. Εἶδες ψυχὴν εὐγνώμονα; Τίς εἶ, Κύριε; Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Ὢ σοφίας ∆εσπότου! ∆ιὰ τί μὴ εἶπεν, Ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος, ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρὸς, ἐγώ εἰμι ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐγώ εἰμι ὁ τὸν οὐρανὸν τείνας, ἐγώ εἰμι ὁ τὴν γῆν ἐδράσας, ἐγώ εἰμι ὁ τὴν θάλασσαν ἁπλώσας, ἐγώ εἰμι ὁ τοὺς ἀγγέλους ποιήσας, ἐγώ εἰμι ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ἐγώ εἰμι ὁ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθείς; ∆ιὰ τί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ ὑψηλὰ καὶ μεγάλα, ἀλλ', Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὁ ἀπὸ τῆς κάτω πόλεως; ∆ιότι ἠγνόει αὐτὸν ὁ διώκων. Εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωκεν. Ἠγνόει ὅτι ἐκ τοῦ Πατρὸς ἦν γεννηθείς· ὅτι