1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

οὐδὲ εἶπεν, οὐδὲ ἐν 51.50 ενόησεν, ἀλλὰ μετ' ἐπιεικείας· Ναὶ, Κύριε, φησίν. Εἰ δὲ μετὰ τριάκοντα ὀκτὼ ἔτη οὕτω πρᾶος ἦν, οὕτως ἐπιεικὴς, τῆς εὐτονίας αὐτῷ καταβληθείσης ἁπάσης καὶ τῆς δυνάμεως τῶν λογισμῶν, ἐννόησον ὁποῖον εἰκὸς εἶναι τοῦτον ἐν τοῖς προοιμίοις τῶν δεινῶν. Ἴστε γὰρ δήπου πάντες, ὅτι οὐχ ὁμοίως εἰσὶ δυσάρεστοι οἱ νοσοῦντες ἐν ἀρχῇ τῆς ἀῤῥωστίας καὶ πολλοῦ προϊόντος τοῦ χρόνου· τότε γὰρ μάλιστα δυσχερεῖς γίνονται οἱ νοσοῦντες, ὅταν εἰς μῆκος ἐπιδῷ τὸ νόσημα, τότε πᾶσιν ἀφόρητοι. Ὁ δὲ μετὰ τοσαῦτα ἔτη οὕτω φιλοσοφῶν, οὕτως ἀνεξικάκως ἀποκρινόμενος, εὔδηλον ὅτι καὶ τὸν ἔμπροσθεν χρόνον μετὰ πολλῆς τῆς εὐχαριστίας τὴν συμφορὰν ἔφερεν ἐκείνην. Ταῦτα οὖν καὶ ἡμεῖς λογιζόμενοι μιμώμεθα τὴν ὑπομονὴν τοῦ συνδούλου· ἱκανὴ γὰρ ἡ παράλυσις ἐκείνου τὰς ἡμετέρας ἐπισφίγξαι ψυχάς· οὐδεὶς γὰρ οὕτω νωθρὸς καὶ παρειμένος, ὡς τὸ μέγεθος τῆς συμφορᾶς ἐννοήσας ἐκείνης, μὴ πάντα γενναίως ἐνεγκεῖν τὰ προσπίπτοντα δεινὰ, κἂν ἁπάντων ἀφορητότερα ᾖ. Οὔτε γὰρ ἡ ὑγίεια αὐτοῦ μόνον, ἀλλὰ καὶ ἡ νόσος μεγίστης ἡμῖν ὠφελείας γέγονεν αἰτία· ἥ τε γὰρ θεραπεία πρὸς δοξολογίαν τοῦ ∆εσπότου καὶ τὰς τῶν ἀκουόντων ἤγειρε ψυχάς· ἥ τε νόσος καὶ ἡ ἀῤῥωστία πρὸς ὑπομονὴν ὑμᾶς ἤλειψε, καὶ πρὸς τὸν ἴσον παρεκάλεσε ζῆλον· μᾶλλον δὲ καὶ αὐτὴν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐνεδείξατο. Καὶ γὰρ αὐτὸ τὸ παραδοῦναι τοιούτῳ νοσήματι, καὶ τὸν χρόνον ἐκτεῖναι τοσοῦτον τὴν ἀῤῥωστίαν, μεγίστης κηδεμονίας ἐστί. Καθάπερ γὰρ χρυσοχόος εἰς χωνευτήριον ἐμβαλὼν χρυσίον μέχρι τοσούτου ἐπιτρέπει βασανίζεσθαι τῷ πυρὶ, ἕως ἂν ἴδῃ γενόμενον καθαρώτερον· οὕτω δὴ καὶ ὁ Θεὸς μέχρι τοσούτου τὰς τῶν ἀνθρώπων ψυχὰς ἀφίησιν ἐξετάζεσθαι ἐν δεινοῖς, ἕως ἂν γένωνται καθαραὶ καὶ διειδεῖς, καὶ πολλὴν ἀπὸ τῆς βασάνου ταύτης τὴν ὠφέλειαν καρπωσάμεναι· ὥστε καὶ τοῦτο εὐεργεσίας εἶδός ἐστι τὸ μέγιστον.

βʹ. Μὴ τοίνυν θορυβώμεθα, μηδὲ ἀλύωμεν, πειρασμῶν ἐμπιπτόντων ἡμῖν. Εἰ γὰρ ὁ χρυσοχόος εἶδε πόσον μὲν ἀφιέναι ἐν τῇ καμίνῳ χρόνον δεῖ τὸ χρυσίον, πότε δὲ ἀνασπάσαι, καὶ οὐκ ἀφίησι μέχρι τοῦ διαφθαρῆναι καὶ κατακαυθῆναι μένειν ἐν τῷ πυρί· πολλῷ μᾶλλον ὁ Θεὸς τοῦτο ἐπίσταται, καὶ ὅταν ἴδῃ καθαρωτέρους γενομένους, ἀφίησι τῶν πειρασμῶν, ὥστε μὴ τῷ πλεονασμῷ τῶν κακῶν ὑποσκελισθῆναι καὶ καταπεσεῖν, Μὴ τοίνυν δυσχεραίνωμεν, μηδὲ μικροψυχῶμεν, ἐπειδάν τι τῶν ἀδοκήτων ἐμπέσῃ· ἀλλὰ παραχωρῶμεν τῷ ταῦτα μετὰ ἀκριβείας εἰδότι, ἕως ἂν βούλοιτο, πυροῦν τὴν διάνοιαν τὴν ἡμετέραν· συμφερόντως γὰρ τοῦτο ποιεῖ καὶ ἐπὶ κέρδει τῶν πειραζομένων. ∆ιὰ τοῦτο σοφός τις παραινεῖ λέγων· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Αὐτῷ παραχώρησον, φησὶν, ἁπάντων· οἶδε γὰρ ἀκριβῶς πότε ἡμᾶς ἀνελέσθαι ἐκ τῆς καμίνου δεῖ τῶν κακῶν. Χρὴ τοίνυν αὐτῷ πανταχοῦ παραχωρεῖν, καὶ διὰ παντὸς εὐχαριστεῖν, καὶ πάντα φέρειν εὐγνωμόνως, κἂν εὐεργετῇ, κἂν κολάζῃ, 51.51 ἐπεὶ καὶ τοῦτο εὐεργεσίας ἐστὶν εἶδος. Καὶ γὰρ ἰατρὸς οὐχ ὅταν λούῃ, καὶ τρέφῃ, καὶ εἰς παραδείσους ἐξάγῃ τὸν κάμνοντα μόνον, ἀλλ' ὅταν καὶ καίῃ, καὶ τέμνῃ, ὁμοίως ἐστὶν ἰατρός· καὶ πατὴρ οὐχ ὅταν θεραπεύῃ τὸν υἱὸν μόνον, ἀλλὰ καὶ ὅταν ἐκβάλλῃ τῆς οἰκίας, καὶ ὅταν ἐπιτιμᾷ, καὶ μαστίζῃ, ὁμοίως ἐστὶ πατὴρ, καὶ οὐχ ἧττον, ἢ ὅταν ἐπαινῇ. Εἰδὼς τοίνυν ὅτι καὶ ἰατρῶν ἁπάντων φιλοστοργότερος ὁ Θεὸς, μὴ περιεργάζου, μηδὲ ἀπαίτει τὰς εὐθύνας αὐτὸν τῆς ἰατρείας, ἀλλ' ἄν τε ἀνεῖναι βούληται, ἄν τε κολάζῃ, πρὸς ἑκάτερα ὁμοίως παρέχωμεν ἑαυτούς· δι' ἑκατέρων γὰρ πρὸς ὑγείαν ἡμᾶς ἐπανάγει, καὶ πρὸς τὴν οἰκείωσιν τὴν ἑαυτοῦ, καὶ οἶδεν ὧν ἕκαστος χρείαν ἔχομεν, καὶ τί συμφέρον ἑκάστῳ, καὶ πῶς καὶ τίνι τρόπῳ σωθῆναι δεῖ, καὶ ταύτην ἡμᾶς ἄγει τὴν ὁδόν, Ἑπώμεθα τοίνυν οἷπερ ἂν αὐτὸς κελεύῃ, καὶ μηδὲν ἀκριβολογώμεθα, εἴτε διὰ ῥᾳδίας καὶ εὐκόλου, εἴτε διὰ χαλεπῆς καὶ τραχυτέρας ὁδοῦ βαδίζειν κελεύοι· ὥσπερ οὖν καὶ τὸν παράλυτον τοῦτον. Ἓν μὲν