1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

οὖν τοῦτο εὐεργεσίας εἶδος ἦν τὸ χρόνῳ τοσούτῳ τὴν ψυχὴν αὐτοῦ καθαίρειν, ὥσπερ χωνευτηρίῳ τινὶ τῇ πυρώσει τῶν πειρασμῶν αὐτὴν παραδόντα· ἕτερον δὲ οὐκ ἔλαττον τούτου, τὸ καὶ ἐν αὐτοῖς παρεῖναι τοῖς πειρασμοῖς, καὶ πολλὴν αὐτῷ παρέχειν τὴν παραμυθίαν. Αὐτὸς ἦν ὁ διακρατῶν αὐτὸν καὶ συνέχων, καὶ χεῖρα ὀρέγων, καὶ οὐκ ἀφιεὶς καταπεσεῖν. Ὅταν δὲ ἀκούσῃς ὅτι αὐτὸς ἦν, μὴ ἀποστερήσῃς τῶν ἐγκωμίων τὸν παράλυτον, μήτε ἐκεῖνον, μήτε ἄλλον τινὰ πειραζόμενον ἄνθρωπον καὶ καρτεροῦντα. Κἂν γὰρ μυριάκις φιλοσοφῶμεν, κἂν ἁπάντων ὦμεν ἰσχυρότεροι καὶ δυνατώτεροι, τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπούσης, οὐδὲ πρὸς τὸν τυχόντα ἀντιστῆναι δυνησόμεθα πειρασμόν. Καὶ τί λέγω περὶ ἡμῶν τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων; Κἂν γὰρ Παῦλός τις ᾖ, καὶ Πέτρος, κἂν Ἰάκωβος, κἂν Ἰωάννης, τῆς ἄνωθεν βοηθείας ἀποστερηθεὶς ἐλέγχεται ῥᾳδίως, καὶ ὑποσκελίζεται, καὶ καταπίπτει. Καὶ ὑπὲρ τούτων αὐτοῦ τοῦ Χριστοῦ φωνὴν ὑμῖν ἀναγνώσομαι· τῷ γὰρ Πέτρῳ φησίν· Ἰδοὺ ὁ Σατανᾶς ᾐτήσατο, ἵνα σινιάσῃ ὑμᾶς ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Τί ἐστι, σινιάσαι; Ἀγαγεῖν, περιαγαγεῖν, σαλεῦσαι, κινῆσαι, διαδονῆσαι, βασανίσαι, ὅπερ ἐπὶ τῶν κοσκινιζομένων γίνεται· ἀλλ' ἐγὼ, φησὶν, ἐπέσχον, εἰδὼς ὅτι τὸν πειρασμὸν ἐνεγκεῖν οὐ δύνασθε· τὸ γὰρ εἰπεῖν· Ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου, δηλοῦντός ἐστιν, ὅτι εἰ συνεχώρησεν, ἐξέλιπεν ἂν αὐτοῦ ἡ πίστις. Εἰ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ μυριάκις ἐπιδοὺς, καὶ προπηδῶν ἀεὶ τοῦ χοροῦ τῶν ἀποστόλων, καὶ παρὰ τοῦ ∆ιδασκάλου μακαριζόμενος, καὶ διὰ τοῦτο Πέτρος κληθεὶς, ἐπειδὴ ἄσειστον εἶχε καὶ ἀπερίτρεπτον τὴν πίστιν, ἠνέχθη ἂν καὶ τῆς ὁμολογίας ἐξέπεσεν, εἰ συνεχώρησεν ὁ Χριστὸς τῷ διαβόλῳ πειράσαι ὅσον ἠβούλετο, τίς ἕτερος στῆναι δυνήσεται χωρὶς τῆς αὐτοῦ βοηθείας; ∆ιὰ τοῦτο καὶ Παῦλός φησι· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Οὐ μόνον γὰρ, φησὶ, πειρασμὸν ὑπὲρ δύναμιν οὐκ ἀφίησιν ἐπενεχθῆναι, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κατὰ δύναμιν ἐπαγομένῳ πάρεστι διαβαστάζων 51.52 ἡμᾶς καὶ συγκροτῶν, ὅταν ἡμεῖς πρότερον τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, οἷον προθυμίαν, ἐλπίδα τὴν εἰς αὐτὸν, εὐχαριστίαν, καρτερίαν, ὑπομονήν. Οὔτε γὰρ μόνον ἐν τοῖς ὑπὲρ δύναμιν κινδύνοις, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κατὰ δύναμιν τῆς ἄνωθεν δεόμεθα βοηθείας, εἰ μέλλοιμεν ἑστάναι γενναίως· καὶ ἀλλαχοῦ γάρ φησι· Καθὼς περισσεύει τὰ παθήματα Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὥστε καὶ ὁ τοῦτον παρακαλέσας αὐτός ἐστιν ὁ τὸν πειρασμὸν συγχωρήσας ἐπενεχθῆναι. Ὅρα δὲ καὶ μετὰ τὴν θεραπείαν πόσην κηδεμονίαν ἐπιδείκνυται. Οὐ γὰρ ἀφεὶς αὐτὸν ἀπῆλθεν, ἀλλ' εὑρὼν αὐτὸν ἐν τῷ ἱερῷ φησιν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. ἵνα μὴ χεῖρόν τί σοι γένηται. Εἰ γὰρ μισῶν συνεχώρησε τὴν κόλασιν, οὐκ ἂν ἀπήλλαξεν, οὐκ ἂν πρὸς τὸ μέλλον ἠσφαλίσατο· τὸ δὲ λέγειν· Ἵνα μὴ χεῖρόν τί σοι γένηται, τὰ μέλλοντά ἐστι προαναστέλλοντος δεινά. Ἔλυσε τὴν νόσον, καὶ οὐκ ἔλυσε τὴν ἀγωνίαν· ἀπήλασε τὴν ἀῤῥωστίαν, καὶ οὐκ ἀπήλασε τὸν φόβον, ὥστε ἀκίνητον εἶναι τὴν γενομένην εὐεργεσίαν. Τοῦτο ἰατροῦ κηδεμονικοῦ μὴ τὰ παρόντα λύειν μόνον, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἐποίησε τῇ μνήμῃ τῶν παρελθόντων συγκροτῶν ἐκείνου τὴν ψυχήν. Ἐπειδὴ γὰρ ἀπελθόντων τῶν ὀδυνώντων ἡμᾶς, συναπέρχεται καὶ ἡ μνήμη πολλάκις, βουλόμενος αὐτὴν μένειν διηνεκῆ, φησί· Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.

γʹ. Οὐκ ἀπὸ τούτου δὲ μόνον τὴν πρόνοιαν αὐτοῦ καὶ τὴν ἐπιείκειαν αὐτοῦ ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπὸ αὐτῆς τῆς δοκούσης εἶναι ἐπιτιμήσεως. Οὐδὲ γὰρ ἐξεπόμπευσεν αὐτοῦ τὰ ἁμαρτήματα, ἀλλ' ὅτι μὲν δι' ἁμαρτήματα ἔπαθεν, ἅπερ