1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

δραπετεύουσι λογισμοὶ, συνεκπηδῶντες ἐκείνῳ, καὶ πρὸς τούτοις πᾶσι καὶ τῶν ἐνταῦθα ἀγαθῶν, καὶ τῶν ἐν οὐρανῷ 51.63 ἐπιτεύξῃ πάντων. Καὶ τὸ ὑπόδειγμα ἀσφαλὲς ἀπὸ τοῦ Ἰὼβ, ἀπὸ τῶν ἀποστόλων, οἳ διὰ τὸν Θεὸν καταφρονήσαντες τῶν ἐνταῦθα δεινῶν, τῶν αἰωνίων ἐπέτυχον ἀγαθῶν. Πειθώμεθα τοίνυν, καὶ ἐν πᾶσι τοῖς συμβαίνουσι χαίρωμεν, καὶ εὐχαριστῶμεν τῷ φιλαν 51.64 θρώπῳ Θεῷ, ἵνα καὶ τὸν παρόντα μετ' εὐκολίας διάγωμεν βίον, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, τιμὴ καὶ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.