δουλείας ἐκ τοῦ τραχήλου αὐτοῦ, καὶ λύσας ἐξέβαλεν αὐτὸν ἐκ τῆς φυλακῆς, καὶ ἐποίησε κύριον τῆς Αἰγύπτου· ὁ ἐν βάτῳ πυρὸς ὀφθεὶς τῷ Μωσεῖ, καὶ δοὺς αὐτῷ ἐξουσίαν ὑποτάσσειν πάντα τὰ κτίσματα, καὶ τὴν θάλασσαν ποιήσας δραμεῖν ἔμπροσθεν αὐτοῦ· ὁ ἐνδυναμώσας Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ νικητὴν ποιήσας ἐν πάσαις ταῖς συμβολαῖς τῶν πολέμων· ὁ ἐκλεξάμενος τὸν Σαμουὴλ εἰς ἱερέα, καὶ τὸν ∆αβὶδ χρίσας ὀπίσω ποιμνίων· ὁ ἐξ ὀλίγου ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ἐλαίου ὀλίγου ἐν τῷ καψάκῃ τῆς χήρας, ποιήσας πηγὴν πλησμονῆς εἰς ἔτη τρία καὶ μῆνας ἕξ. ὁ ἀποστείλας ἵππους καὶ ἅρμα πυρὸς πρὸς Ἠλίαν καὶ εἰσαγαγὼν αὐτὸν εἰς τὸν οὐρανόν, καὶ χαρισάμενος Ἐλισσαίῳ πνεῦμα διπλοῦν καθὼς ᾐτήσατο· ὁ κελεύσας ξύλῳ ποιῆσαι θαυμάσια ἐν Αἰγύπτῳ, καὶ ῥάβδῳ ξηρᾷ τοῦ Ἀαρὼν ποιῆσαι καρπόν. εἰρήνη ἐκείνη, ἡ ἐνδυναμώσασα τὸν Ἰὼβ ἐν τοῖς πειρασμοῖς, καὶ ἐξαγαγοῦσα τὸν Λὼτ ἐκ τοῦ κατακλυσμοῦ τοῦ πυρός. ὁ γενόμενος μετὰ τῶν πατέρων πάντων, ᾧ καὶ πιστεύσαντες καὶ ὃν ἀγαπήσαντες ἐξῆλθον ὀπίσω αὐτοῦ ὑπομεί ναντες ὀνείδη καὶ θλίψεις· καὶ ἐγένοντο ξένοι καὶ πτωχοί, καὶ πάροικοι καὶ δεδιωγμένοι, ἐξουδενώσαντες τὸν κόσμον, καταφρονήσαντες τοῦ θανάτου, καὶ ἀρνησάμενοι ἑαυτούς· καὶ ἐπειράσθησαν παντὶ πειρασμῷ, καὶ ἐβλήθησαν εἰς θηρία, καὶ γεγόνασι θέατρον τῷ κόσμῳ· καὶ διελ θόντες διὰ πυρὸς καὶ ὕδατος ἐξῆλθον εἰς ἀναψυχήν. 51.2 ταῦτα δὲ ἔγραψα ὑμῖν, ἀδελφοὶ ἀγαπητοί, ἵνα γνῶτε ὡς ἀφ' ἧς ἡμέρας ἐκτίσθη ὁ Ἀδὰμ ἐπὶ τῆς γῆς καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οὐχ ἡσυχάζει ὁ πονηρὸς ποιεῖν πόλεμον μετὰ τῶν ἁγίων. ἐν αὐτῷ γὰρ τῷ σώματι ᾧ ἐσμὲν ἐνδεδυμένοι, λοιπὸν μετὰ τὴν παράβασιν τοῦ πρω τοπλάστου, οἰκεῖ καὶ ἀναστρέφεται μεθ' ἡμῶν πονηρῶς καὶ δολίως ἐν ταῖς πανουργίαις καὶ τοῖς ἐπιτηδεύμασιν αὐτοῦ. ὅσοι δέ εἰσι νήπιοι καὶ ἀγύμναστοι τῶν πολέμων αὐτοῦ περισσοτέρως τραυματίζονται ὑπ' αὐτοῦ διὰ τὴν ἁπλότητα τῆς νηπιότητος αὐτῶν· ἐφ' ὅσον δὲ τὸν Κύριον ἐν ἀληθείᾳ ζητοῦσιν οὐ πίπτουσι· γέγραπται γὰρ Φυλάσσων τὰ νήπια ὁ Κύριος· ὅπλον γὰρ οὐράνιον οἱ Χριστιανοὶ ἐνδεδυμένοι ἐν αὐτῷ ποιοῦσι πόλεμον, ὡς εἷς πρὸς ἕνα, κρυπτῶς, ἐν ταῖς ἑαυτῶν ψυχαῖς. καὶ οἱ μὲν ἄνθρωποι κατέναντι ἀλλήλων πολεμοῦντες καιροὺς ἔχουσιν ἐν οἷς πολεμοῦσι, καὶ μετὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἕκασ τος αὐτῶν ἀναπαύεται καὶ καθέζεται ἐν τῇ πατρίδι αὐτοῦ μεθ' ἡσυχίας καὶ εἰρήνης· ὅσοι δὲ μετὰ τοῦ Σατανᾶ πόλεμον ποιοῦσι, νυκτὸς καὶ ἡμέρας οἱ τοιοῦτοι ἐν ἀγῶνι στήκουσιν· ἐν ἑνὶ γὰρ οἴκῳ, ὅς ἐστι τὸ σῶμα, κατέλυσε ψυχὴ ἀνθρώπου καὶ ὁ Σατανᾶς, πρὸς ὃν πολεμεῖ· ἐκεῖ οἰκεῖ ἐν αὐτῷ καὶ ἀναστρέφεται, καὶ διὰ τοῦτο ἐγγύτερός ἐστι τῆς ψυχῆς πᾶσαν ὥραν· διὰ τοῦτο οὐχ ἡσυχάζουσιν οὔτε ἀναπαύονται, ἕως οὗ ἐνδύσωνται ὅπλον καὶ δύναμιν ἐξ ὕψους, ἐπειδὴ ἐπίστευσαν καὶ ἔγνωσαν διὰ τοῦ θεοῦ, ὅτι ἐστὶ μετ' αὐτῶν ὁ φονεὺς τῆς ἀνθρωπότητος· καὶ εἰς αὐτοὺς τοὺς πολέμους αὐτῶν ἥδονται, ἐν οἷς ἔγνωσαν ὅτι τὸν θεὸν ἀγα πῶσι, καὶ μετὰ τοῦ Σατανᾶ πολεμοῦσι σὺν τῇ δυνάμει τοῦ θεοῦ. ὀλίγοι δέ εἰσι καὶ σπάνιοι οἱ εἰδότες ὅτι ἐστὶ μετ' αὐτῶν ὁ ἀφανιστὴς τῶν ψυχῶν· διὰ τοῦτο ἐν θλίψει εἰσί, καὶ οὐκ ἔστιν ἐπὶ γῆς ὃς παρακαλέσει αὐτούς, ἐπειδὴ προσέχουσι καὶ προσδοκῶσιν ἐκ τοῦ οὐρανοῦ, ἵνα δέξων ταί τι ἐν αὐτοῖς, καὶ ἐν ἐκείνῃ τῇ δυνάμει καὶ τῷ ὅπλῳ τοῦ πνεύματος νικῶσιν. ἐξ οὐρανοῦ γάρ ἐστιν ἣν δέχονται δύναμιν, μὴ φαινομένην ὀφθαλμοῖς σαρκός· ὅσον γὰρ τὸν θεὸν ζητοῦσιν ἐξ ὅλης καρδίας, δύναμις θεοῦ κρυπτῶς πᾶσαν ὥραν βοηθεῖ αὐτοῖς· εἰ δὲ καὶ πειράζονται ὑπὸ τοῦ Σατανᾶ διὰ τὴν ἀσθένειαν αὐτῶν, ἀλλ' οὐκ ἐγκαταλιμπάνει αὐτοὺς ὁ Κύριος ἐπὶ πολὺ ἐμποδισθῆναι καὶ ἐπὶ πλεῖον πειρασθῆναι· αὐτοὶ δὲ οἱ πόλεμοι διδάσκουσιν αὐτοὺς γνῶναι τί ἐστιν ὁ Σατανᾶς, καὶ πῶς φθείρει τοὺς ἀνθρώπους· καὶ αὐτὰ τὰ πάθη τῶν πολέμων διδάσκουσιν αὐτοὺς ἐγγίζειν πρὸς τὸν θεὸν τὸν σωτῆρα τοῦ κόσμου· καὶ ἐπὰν γνῶσι τὴν ἀσθένειαν ἑαυτῶν,