μὲν παρακοιμώμενος οἷον ἀθλητὴς καὶ ἀγω νιστὴς, ὁ δὲ βασιλεὺς Βασίλειος θεωρὸς, οὐχ ὅπως ἐκεῖνον στεφανώσειεν, ἀλλ' ὡς αὐτὸς δραμεῖται καὶ ἀγωνίσηται κατ' ἴχνος ἐκείνῳ τὴν ἀγωνίαν τιθέμενος. Πάντα οὖν ἐντεῦθεν ὑπήκοα τῷ Βασιλείῳ ἐτύγχανεν ὄντα, καὶ πρὸς αὐτὸν καὶ τὸ πολιτικὸν ἑώρα, καὶ τὸ στρατιωτικὸν ἀπονενεύκει· καὶ πρῶτος αὐτὸς, ἢ καὶ μόνος, τῆς τε συνεισφορᾶς τῶν δημοσίων ἐφρόντιζε καὶ τῆς τοῦ κοινοῦ διορθώσεως· ἐδίδου δὲ ἐπὶ πᾶσι τὴν γλῶτταν καὶ τὴν χεῖρα ὁ βασιλεὺς, τὰ μὲν συνηγορῶν ἐκείνῳ, τὰ δὲ καὶ ἐν γράμμασι βεβαιῶν. 1.4 Τοῖς μὲν οὖν πολλοῖς ὅσοι τῶν καθ' ἡμᾶς τεθέανται τὸν βασιλέα Βασίλειον, στρυφνὸς οὗτος δοκεῖ καὶ τὸ ἦθος ἀπεξεσμένος, δύσοργός τε καὶ οὐ ταχὺ μεταβάλλων, μέτριός τε τὴν δίαιταν καὶ τὸ ἁβρὸν ἐκ παντὸς ἐκτρεπόμενος· ὡς δὲ ἐγὼ τῶν ἀρχαιολογούντων περὶ αὐτὸν ξυγγραφέων ἤκουσα, οὐ πάνυ τι τοιοῦτος τὸ κατ' ἀρχὰς ἦν, ἀλλ' ἐξ ἀνειμένου βίου καὶ τρυφηλοῦ εἰς τὸ σύντονον μετεβάλετο, τῶν πραγ μάτων οἷον ἐπιστυψάντων αὐτῷ τὸ ἦθος, καὶ τὸ μὲν διερ ρυηκὸς τονωσάντων, συντεινάντων δὲ τὸ χαῦνον καὶ τὴν ὅλην αὐτῷ μεταβαλόντων ζωήν. Ἐπεὶ τά γε πρῶτα καὶ ἀπαρα καλύπτως ἐκώμαζε καὶ θαμὰ ἤρα καὶ συσσιτίων ἐφρόντιζε, βασιλικάς τε ῥᾳθυμίας καὶ ἀναπαύλας ἑαυτῷ ἀπεμέτρει, καὶ τῆς τε νεότητος, τῆς τε βασιλείας ὅσον εἰκὸς παραπέ λαυεν· ἀφ' οὗ δὲ ὁ Σκληρὸς ἐκεῖνος, καὶ ὁ μετ' ἐκεῖνον Φωκᾶς, καὶ αὖθις ὁ πρῶτος τρίτος ἐγεγόνει, καὶ οἱ λοιποὶ βασιλειᾶν ἤρξαντο, καὶ ἐξ ἑκατέρων αὐτῷ τῶν μερῶν ἀντ ανέστησαν, ὅλοις ἱστίοις ἀπενεχθεὶς τῆς τρυφῆς, ὅλῳ πνεύ ματι ἀντείχετο τῆς σπουδῆς· ἐπιγενόμενος γὰρ τοῖς ἐγγύθεν αὐτῷ τὴν ἡγεμονίαν παρειληφόσιν, ἅπαν εὐθὺς ἄρδην τὸ ἐκείνων γένος ἀπολλύειν ἐπικεχείρηκε. 1.5τ Περὶ τῆς ἀποστασίας τοῦ Σκληροῦ. ∆ιὰ ταῦτα οἱ ἐκείνων ἀνεψιαδεῖς πολέμους κατ' αὐτοῦ σφοδροὺς ἀνερρίπισαν· καὶ πρῶτός γε ὁ Σκληρὸς, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περι δέξιος, πλοῦτόν τε περιβεβλημένος, μέγα ἀρκοῦντα τυράννῳ, καὶ δυναστείας ἔχων ἰσχὺν, πολέμους τε μεγάλους κατωρ θωκὼς, καὶ τὸ στρατιωτικὸν ἅπαν συννεῦον ἔχων πρὸς τὸ ἐκείνου βούλημα. Οὗτος τοιγαροῦν πολλοὺς συναιρομένους ἔχων τῇ τυραννίδι, πρῶτος τὸν κατὰ τοῦ Βασιλείου τεθάρ ρηκε πόλεμον, καὶ πᾶσαν ἐπ' αὐτῷ ἱππικήν τε καὶ πεζικὴν παρήλαυνε δύναμιν, καὶ ὡς ἐπὶ προκειμένῳ πράγματι τῇ βασιλείᾳ προῄει τεθαρρηκώς. Τὰ πρῶτα μὲν οὖν ἀπεγνώ κεισαν οἱ περὶ τὸν βασιλέα τὰς σῳζούσας ἐλπίδας, τὴν ὁπλιτικὴν πᾶσαν ἰσχὺν τῷ Σκληρῷ ἐγνωκότες συρρεύσασαν· ἔπειτα δὲ συλλεξάμενοι ἑαυτοὺς καὶ περὶ τῶν ὅλων γνωσι μαχήσαντες, ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν, καὶ Βάρδαν τινὰ, εὐγενέστατον ἄνδρα καὶ γενναιότατον, τοῦ βασιλέως Νικηφόρου ἀδελφιδοῦν, ἀξιόμαχον περὶ τὸν τυραν νήσαντα Σκληρὸν κρίναντες, τὰς καταλελειμμένας δυνάμεις φέροντες τούτῳ παρέδωσαν, καὶ τοῦ στρατοπέδου παντὸς ἡγεμόνα πεποιηκότες, ἀντιστησόμενον τῷ Σκληρῷ ἐκπεπόμ φασιν. 1.6 Ἐπεὶ δὲ καὶ περὶ τούτῳ οὐδὲν ἔλαττον τοῦ Σκληροῦ ἐδεδοίκεσαν, ἅτε βασιλείου τυγχάνοντι γένους, καὶ οὐδὲν σμικροπρεπῶς ἐννοησομένῳ περὶ αὑτοῦ, περιδύουσι μὲν τὸ πολιτικὸν τῆς περιβολῆς σχῆμα καὶ ὅσον οἶδεν ἡ τυραννὶς, τῷ δὲ τῆς ἐκκλησίας κλήρῳ ἐγκαταλέγουσιν, εἶτα δὴ καὶ φρικώδεσιν ὅρκοις καταλαμβάνουσιν τοῦ μὴ ἀποστασίας ἁλῶναί ποτε ἢ παραβάσεως τῶν ὠμοσμένων· οὕτω γοῦν αὐτὸν ἐξεγγυησάμενοι μετὰ πασῶν ἐκπεπόμφασι τῶν δυνά μεων. 1.7 Ἦν δ' ὁ ἀνὴρ οὗτος, ὡς ὁ λόγος ἔχει, τὴν μὲν γνώμην ἐς τὸν θεῖον ἀναφέρων καὶ βασιλέα, συννενεφὼς ἀεὶ καὶ ἐγρηγορὼς, καὶ πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανὸς, πολεμικῶν τε τεχνασμάτων οὐδενὸς ἀδαὴς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ