πρᾶγμα εἰς μῖσος αὐτὸν καὶ ὀργὴν ἀνερρίπιζεν. Ἐντεῦθεν μῖσος αὐτῷ κατὰ τοῦ γένους παντὸς ὑπετύφετο· διαλύειν δὲ αὐτοὺς εὐθὺς οὐκ ἐπεχείρησεν, ἔτι δεδιὼς τὸν θεῖον, ὃν ᾔδει πατρὸς λόγον πρὸς τὸ συγγενὲς ἐπέχοντα. 5.10 Ἐπεὶ δέ μοι ἡ προθεωρία τῆς ἀφηγήσεως ἐπιτέ τμηται, ἐπ' αὐτὴν εἶμι πάλιν τὴν τῶν γεγονότων διήγησιν. Ὁ τοίνυν Κωνσταντῖνος, ἐπειδὴ καὶ νωβελλίσιμος ἐγεγόνει, καὶ τὸ ἐπικείμενον δέος περὶ τὸν ἀδελφὸν ἀπεσείσατο. ἀπορρίπτει μὲν τὴν πρὸς τοῦτον αἰδῶ, θρασύτερον δὲ δια λέγεται καὶ ἰταμώτερον ἐπεχείρει τοῖς ἐκείνῳ δόξασι, τῷ τε βασιλεῖ πολλάκις τὸ πρὸς ἐκεῖνον ὑποπεπτωκὸς κατωνείδιζε καὶ τὴν γνώμην αὐτῷ διεσάλευεν· ὁ δὲ, καὶ ἄλλως πρὸς τοῦτο διασεσεισμένος, ἔτι γε μᾶλλον ὑπεκινεῖτο, καὶ κατα φρονεῖν αὐτοῦ τὰ πολλὰ ἤρχετο. Ὁ δὲ δεινὸν ἄλλως ἡγού μενος, εἰ καταλυθείη αὐτῷ τὸ ἀξίωμα καὶ ἡ πρὸς τὸ γένος ὑπεροχὴ, ἐπεὶ μὴ εἶχεν ἐκ τοῦ ῥᾴστον τὸν βασιλεύσαντα καθελεῖν, ἕτερόν τι πρὸς τοῦτο βουλεύεται, ὡς αὐτὸς τηνι καῦτα τοῖς πράγμασιν ἐντυχὼν εἴκασα, τοὺς γὰρ πολλοὺς τὸ ἔργον διέλαθεν· ὡς γὰρ οἶμαι, βουλόμενος πρὸς ἕνα τῶν ἐκείνου ἀνεψιαδῶν, Κωνσταντῖνος οὗτος τὸ ὄνομα καὶ μάγι στρος τὸ ἀξίωμα, τὴν τῶν πραγμάτων μεταθήσειν ἀρχὴν, οὐχ ὡς αὐτὸς τῷ βασιλεῖ ἐπιθησόμενος, ἀλλ' ὡς ἐκείνῳ δώσων τὰς τῆς ἐπιβουλῆς ἀφορμὰς, εἶτα δὴ δεδιὼς μὴ ἁλοὺς ἐκεῖνος τυραννικαῖς αἰτίαις ἔνοχος γένοιτο καὶ οὐκ ἂν φθάσειε αὐτός τε ἀπολλύμενος καὶ τὸ λοιπὸν γένος συνα πολλὺς, προϋφαρπάζει τὸ τέλος, ἵνα δὴ αὐτῷ κατὰ λόγον ἡ ἀρχὴ προχωρήσῃ, καὶ ἐξευμενίζεται τὸν κρατοῦντα πρὸς τὴν συγγένειαν, καὶ πείθει τὰ μὲν δοῦναι, τὰ δὲ ὑποσχέσθαι, ἄλλα τε καὶ ἐλευθερίαν ὧν ὁ βίος ἐπιφέρει δεινῶν· ὁ δὲ τέως ἐπινεύει ταῖς ἱκεσίαις καὶ τὰς ὑποσχέσεις ἐν γράμ μασιν ἐπαγγέλλεται, ἵν' ἔχοι ἐχέγγυον τὸ πιστὸν τῆς πρὸς τὸ μέλλον ζωῆς. Ἐπεὶ δὲ ἡ γραφὴ εὐθὺς ἐξυφαίνετο, ἐντί θησί τι λεληθότως τῶν ἀπορρήτων αὐτῇ, ὡς, εἰ καί τις τῶν ἐκείνου ἀνεψιαδῶν ἁλῴη τυραννικὸν βουλευόμενος, μήτε τιμωροῖτο μήτε δικάζοιτο, ἀλλ' ἀχθῇ τὸ ἀνεξέταστον παρὰ τοῦ θείου ἐξαίρετον. 5.11 Ἐπεὶ οὖν τοῦτο ἐγεγραφήκει, καιρὸν φυλαξάμενος ἐπιτήδειον, ὁπηνίκα ἐκεῖνον εἶδε γράμμασί τισι πάνυ μὴ προσέχοντα, δίδωσι τὴν γραφήν· ὁ δὲ βραχύ τι ταύτην παραναγνοὺς, τοῖς διὰ τῆς χειρὸς βεβαιοῖ γράμμασι· καὶ ὁ Ἰωάννης, ὡς μέγα τι ἐφόδιον ἐντεῦθεν κατωρθωκὼς πρὸς τὸν οἰκεῖον σκοπὸν, διεχεῖτό τε καὶ ἐγάννυτο, καὶ πρὸς αὐτὸ τοὖργον ἴσως ηὐτρέπιστο. Τόδε ἦν ἄρα ὠδίνων ἀρχὴ, δηλώ σει δὲ καθεξῆς περὶ πάντων ὁ λόγος· πρὶν ἢ γὰρ προλαβεῖν τὸν ὀρφανοτρόφον τὸ μελετώμενον, αὐτὸς τὸ μέλλον ὑφορᾶ ται, τὰ μὲν ἀφ' ἑαυτοῦ προγινώσκων, τὰ δὲ τῶν περὶ αὐτὸν τὴν οἰκείαν γνώμην ἐξαγγελλόντων, ὡς οὐκ ἔτι τὴν ὕφεσιν καρτερήσουσιν, ἀλλὰ πάντα πράξουσιν, ὥστε δυοῖν θάτερον ἢ ἑαυτῷ διαφυλάξασθαι τὸ ἀξίωμα ἢ συναπολεῖσθαι τοῖς πράγμασιν. 5.12 Τοιγαροῦν ἐντεῦθεν οὐ μόνον οὐδὲν τῆς προσηκού σης αὐτῷ τιμῆς ἔνεμεν, ἀλλὰ καὶ περὶ τῶν πρακτέων διημφισβήτει· σύνοδοί τε τούτοις ἐκ μακρῶν τῶν διαστημά των ἐγίγνοντο, ὁπότε δὲ καὶ συνέλθοιεν ἐπίδηλον τὸ ἀκού σιον ἦν. Συνεστιωμένοις δέ ποτε λόγον ὁ Κωνσταντῖνος ἐμβαλὼν πράξεως καὶ τὰς γνώμας ἑκατέρων μεμαθηκὼς, τὴν μὲν τοῦ κρατοῦντος ὡς χρηστοτάτην καὶ βασιλικωτάτην ἐπῄνεσέ τε καὶ ἀνευφήμησε, τὴν δὲ τοῦ ἀδελφοῦ ἐπίβουλον ἀνεῖπε καὶ δολερὰν, καὶ βραχύ τι προϊὼν ἐς μέγα προὐ χώρησε, τῆς τε προτέρας ἀνέμνησεν ὑπεροψίας καὶ τὸ ἐς τὸ παρὸν ὕπουλον αὐτοῦ ἀπήλεγξε καὶ κακόηθες· ὁ δὲ, μὴ καρτερήσας τὰς τοσαύτας τῶν λόγων βολὰς, ἀναστὰς εὐθὺς οὐκ εἰς τὴν εἰωθυῖαν ἀπεληλύθει σκηνὴν, ἀλλὰ πόρρω που τοῦ Ἄστεος ἐξήνεγκεν ἑαυτὸν, οἰόμενος ἐντεῦθεν τὸν κρα τοῦντα