ὅσοι πρὸς τῷ βασιλεῖ ἑστῶτες ἐτύγχανον· ᾤοντο γὰρ αὐτίκα τὸν τύραν νον εἰσιέναι καὶ πάντας διαφθαρήσεσθαι. 6.114 Καὶ εἴ τις τοὺς τῆς προνοίας λόγους ἐάσειε, οὐδὲν ἦν ἐμποδὼν ἐκείνοις ἐντός τε τῶν τειχῶν γενέσθαι καὶ τοῦ ἐφετοῦ τυχεῖν ἐλευθέρως· οἵ τε γὰρ ταῖς τῶν τειχῶν εἰσόδοις ἐφεστηκότες τὴν φρουρὰν ἀφέντες, ἐζή τουν ὅπη τις ἐκείνους φρουρήσειε· ἥ τε Πόλις ξύμπασα, οἱ μὲν εἰς αὐτοὺς ἀνακεχωρήκεσαν, οἱ δ' ὑπαντῆσαι τῷ τυράννῳ προεθυμήθησαν· ἀλλ' οὗτος τὴν εἴσοδον ἅπαξ ἀποδειλιάσας, ἢ μᾶλλον τεθαρρηκὼς ὡς παρ' ἡμῶν εἰς τὴν βασιλείαν παρακληθείη καὶ ὑπὸ προηγουμένῳ φωτὶ καὶ βασιλείῳ πομπῇ ἀναχθείη εἰς τὰ βασίλεια, τὴν μὲν εἴσοδον ἐς αὔριον ἀναβάλλεται, παρελαύνων δὲ τὸν ἵππον ἐφ' ἕκαστα τὰ μέρη τῶν οἰκείων δυνάμεων, μηδένα παίειν ἐβόα, μηδὲ πληροῦσθαι φόνου συγγενικοῦ, κἂν εἴ τινα ἴδοι τὸ ἀκόντιον ἐπισείοντα ἢ τῷ δόρατι βαλεῖν ἐθέλοντα τὸν ἀγχοῦ, ἐπεῖχε τὴν χεῖρα καὶ ἠλευθέρου τὸν φεύγοντα. 6.115 Ὁ τοίνυν βασιλεὺς, μόνος δὲ ἄρα καταλέλειπτο ὡς αὐτίκα τεθνηξόμενος, ἐπειδὴ τούτων ἤκουσε τῶν φωνῶν, καὶ τὸν τύραννον εἶδε τοὺς φόνους ἀποτρεπόμενον· «Τοῦτό με μόνον τῶν ἄλλων θράττει δεινῶς (πρὸς ἐμὲ στρα φεὶς), ἔφησε, ὅτι τυραννεῖν ὁ δεινὸς ἀνὴρ ἐπιβαλλόμενος, φιλανθρώπους ἀφίησι καὶ ἡμέρους φωνάς· δέδοικα γὰρ μὴ ἐντεῦθεν τὴν θείαν ἑαυτῷ συνεπισπάσηται δύναμιν.» 6.116 Τῆς δ' ἀδελφῆς ἀποδυρομένης, φημὶ δὴ τῆς πρεσβυτέρας (ἡ γὰρ Εὐπρεπία ὑπερορίαν καταδεδίκαστο), καὶ φυγεῖν αὐτὸν προτρεπούσης, εἴς τινά τε τῶν θείων ναῶν καταφυγεῖν, ταυρηδὸν πρὸς αὐτὴν ἀποβλέψας· «Ἀπα γέτω τις αὐτὴν, ἔφησεν, εἴ τις ἡμῖν καταλέλειπται, ἵνα καθ' ἑαυτὴν τὸν θρῆνον ποιοῖτο, καὶ μὴ τὴν ἐμὴν καταμαλ θακίζοι ψυχήν· τὸ γὰρ εὐτύχημα, φησὶ, τῷ τυράννῳ (πρὸς ἐμὲ αὖθις ὑποστραφεὶς) τὴν τήμερον περιώριστο· τὸ δέ γε λοιπὸν, ὥσπερ ψάμμου ὑποπασθείσης αὐτῷ, πρὸς τοὐναν τίον χωρήσει τὰ πράγματα.» 6.117 Ὁ μὲν οὖν τύραννος ταῦτα διαπραξάμενος, αἰχμαλώτους τε οὐκ ὀλίγους ζωγρήσας, συντεταγμένος ἐπὶ τὸν χάρακα ἄπεισιν· ὁ δέ γε αὐτοκράτωρ οὐδὲν αὖθις καινο τομήσειν ἐπ' ἐκεῖνον ἐσκέψατο, ἀλλὰ τὰς τῶν τειχῶν εἰσ όδους καθαρμοσάμενος, τό τε πλῆθος δημαγωγήσας τῆς Πόλεως καὶ τῆς προλαβούσης αὐτοὺς εὐνοίας ἀποδεξάμε νος, τῆς δέ γε μελλούσης ἔπαθλα ὥσπερ ἐπ' ἀγωνίαις προ θεὶς, εὐπετῶς τὴν πολιορκίαν διήνεγκεν· ὁ δέ γε τύραννος τὴν νύκτα μόνην ἐκείνην ἐπὶ τοῦ χάρακος αὐλισάμενος, ἐπειδὴ ὄρθρος ἐγεγόνει, τὰς δυνάμεις ἀναλαβὼν ὡς ἐπὶ προκειμένην τὴν βασιλείαν συνήλαυνε, τούς τε αἰχμαλώ τους δεσμίους ἀπαγαγὼν πρὸ τῶν τειχῶν ἵστησι, διδάξας ὅ τι δὴ πρὸς τὸν καιρὸν φθέγξαιντο· οἱ δὲ διαστάντες, ἐλεει νοὶ καὶ ταῖς φωναῖς καὶ τοῖς σχήμασι, πρὸς μὲν τὸν βασι λέα οὐδένα ἐποιοῦντο λόγον, τὸ δέ γε πλῆθος ἠξίουν μὴ καταφρονῆσαι ὁμοφύλου καὶ συγγενικοῦ αἵματος, μηδὲ θέλειν τοῖς ὀφθαλμοῖς αὐτοὺς ἐπιδεῖν ἐλεεινὸν θέαμα, ὥσπερ ἱερεῖα μελιζομένους, μηδ' εἰς τοσοῦτον ἡμᾶς ἀτυ χίας ἐλάσαι ὥστε τοιούτου καταφρονῆσαι αὐτοκράτορος, ὁποῖος οὐδεὶς ἐγεγόνει τῶν πάντων, οὗ δὴ αὐτοὶ πεπείρα νται ἀκριβῶς· ἐξὸν γὰρ ἄχρι τοῦ νῦν ἀναιρήσειν αὐτοὺς καὶ διαχρήσασθαι ὡς πολεμίους, ὁ δὲ ἄχρι τοσούτου ἀναβάλλε ται τὴν σφαγὴν, ἡμῖν τὰς ἐκείνων ψυχὰς χαριζόμενος· πρὸς τούτοις καὶ τὰ περὶ τοῦ παρ' ἡμῖν βασιλέως ἐπετρα γῴδουν δεινὰ, καὶ ὡς κατ' ἀρχὰς τὰς ἐλπίδας τῆς Πόλεως ἐπάρας εἰς τοὔσχατον, ἐκ τῶν νεφῶν ἀφῆκεν ἐπὶ κρημνόν. Τὰ μὲν τῶν αἰχμαλώτων ὡς ἐπὶ κεφαλαίῳ τοιαῦτα, αἱ δὲ παρὰ τοῦ δήμου φωναὶ ὁποῖαι καὶ πρότερον. 6.118 Εἶτα δὲ καί τι τοιοῦτον ἐπισυμβεβήκει· λίθων ἀξιόλογα βάρη ἀπὸ τῶν ἐντὸς τειχῶν ἐπὶ τοὺς πολεμίους ἐπετοξεύοντο, κατευστόχουν δὲ οὐδενὸς, ἀλλὰ τοῦ