μηδενὸς καινοῦ γεγονότος, οὔτε τοῖς τολμηθεῖσιν ἀντεβου λεύσαντο, οὔτε τὰς λειπομένας τάξεις ἐπὶ τὰς ἐκείνων συντάξεις ἐκίνουν, οὔτ' ἄλλο τῶν πάντων ἐποίουν δι' ὅτου ἂν τὸ τυραννικὸν σύνταγμα διαλύσαιεν· ὡς δ' ἔνιοι τῶν προσκειμένων ἐκείνῳ νύττοντες διώρυξαν τὴν πλευρὰν, ὡς δεῖ καὶ συμβούλων αὐτῷ καὶ χρημάτων πολλῶν, καὶ στρα τιωτικῆς τάξεως, ἄλλους τε πλείστους μετακαλεῖται τῶν γενναίων μὲν τὰς γνώμας, τηνικαῦτα δὲ κατολιγωρηθέντων· καὶ δῆτα κἀμὲ εἰσποιεῖται καὶ ὅτι με ἔχοι πάλαι ἐγκόλπιον, ὡς ἄτοπόν τι πεποιηκὼς, σχηματίζεται. 7.10τ Περὶ τῶν εἰς τὸν βασιλέα συμβουλιῶν διὰ τὴν ἀποστασίαν. Ἀλλ' ἐγὼ μηδὲν ἐκείνῳ μνησικακήσας, τρία ταῦτα ποιῆσαι εὐθὺς ἐβουλευσάμην αὐτῷ· ἐπεὶ γὰρ ἐγνώκειν ὅτι ἐκ διαφόρου γνώμης τῷ μεγάλῳ ἀντικαθεστήκοι ἀρχιερεῖ καὶ δυσόργως εἶχεν ἐκεῖνος αὐτῷ, γνώμην αὐτῷ πρώτην ταύτην εἰσήνεγκα, πᾶσαν αὐτῷ διαφορὰν διαλύσασθαι, καὶ εἰς ταὐτὸ ἐκείνῳ συνελθεῖν καὶ σκέμμα καὶ φρόνημα, ἐν τοῖς τοιούτοις μάλιστα δυναμένῳ καιροῖς καὶ συνεπιθησο μένῳ τοῖς τυραννεύσασιν, εἰ μὴ προλάβοι τοῦτον εἰς ἀκρι βεστάτην οἰκείωσιν· ἔπειτα πρεσβείαν πρὸς τὸν τετυραν νευκότα στέλλειν διαλῦσαι τὸ σύνταγμα, ἐπαγγείλασθαί τε αὐτῷ ὁπόσα μὴ ἐπισφαλὲς δοῦναι, τὰ δὲ καὶ προτείνασθαι, μηχανήσασθαί τε ἐπὶ τὸ ἐκείνου στρατόπεδον καὶ ἐπιχει ρῆσαι διαλῦσαι τὴν φάλαγγα· τρίτην ἐπὶ τούτοις γνώμην προστέθεικα τὴν κορυφαιοτάτην καὶ κρείττονα, τὰς ἐν ἑσπέρᾳ τάξεις συναγαγεῖν, καὶ τὰς καταλειπομένας συγκρο τεῖν δυνάμεις, συμμαχίας τε παρὰ τῶν γειτονούντων βαρβά ρων ἐπικαλέσασθαι, καὶ τὰς παρ' ἡμῖν ξενικὰς δυνάμεις κρατῦναι, γενναῖόν τε τούτοις στρατηγὸν ἐπιστῆσαι καὶ λόχους ἀρκοῦντας ποιήσασθαι, καὶ πανταχόθεν τῷ συγκινη θέντι καθ' ἡμῶν πλήθει ἀντικαθίστασθαι. ∆έχεται μὲν οὖν τὰς γνώμας ὁ βασιλεύς. 7.11τ Περὶ τῆς τοῦ στρατοῦ ἀποστολῆς πρὸς τὸν Ἰσαάκιον. Εἶτα δὴ πρὸς μὲν τὴν πρώτην ἀνείργεται, ἥτις δὴ αὐτῷ καὶ κατολιγωρηθεῖσα εἰς καταστροφὴν ἤρκεσε, πρὸς δέ γε τὴν δευτέραν καὶ τρίτην παρασκευάζεται· ἀλλὰ παρὰ μὲν τὴν δευτέραν τὸ διηνυσμένον οὐδέν· αἱ δ' ἐκ τῆς ἑσπέ ρας αὐτῷ δυνάμεις ἐξαρτυθεῖσαι πολεμικώτατα καὶ συμμα χίδας ἑτέρας κτησάμεναι, εἴς τε λόχους διαιρεθεῖσαι καὶ συναιρεθεῖσαι εἰς φάλαγγας, ἐμπαρασκεύως ὁμοῦ καὶ γεν ναίως τοῖς ἑῴοις ἀντικατέστησαν τάγμασιν. Οὐκ ἐκ διαστή ματος δὲ πολλοῦ ἑκάτεροι τοὺς χάρακας ἱδρυσάμενοι καὶ βραχύ τι τὸ μεταξὺ πεδίον πεποιημένοι, οὐδέτεροι ἐπ' ἀλλή λους ἐξῄεσαν, ἀλλ' ἦν αὐτοῖς κενὸν τὸ μεταίχμιον· ἀλλὰ πλήθει μὲν οἱ βασιλικοὶ τὸ πλέον ἐδείκνυσαν ἔχοντες, δυνά μει δὲ καὶ τάξει οἱ τῆς ἑτέρας προεῖχον μερίδος, καὶ τό γε μεῖζον καὶ θαυμασιώτερον, ἐκείνοις μὲν ἡ σύνταξις ἀρρα γὴς καὶ ἡ πρὸς τὸν κρατοῦντα πίστις βεβαία καὶ ἀσφαλὴς, τὸ δ' ἡμέτερον στρατόπεδον ἐκενοῦτο καὶ διερρήγνυτο, αὐτομολούντων ὁσημέραι πολλῶν ἐπὶ τὴν τυραννικὴν σύν ταξιν, ὅ τε τῶν δυνάμεων προηγούμενος, τοὔνομα δὲ οὐδὲν δέομαι λέγειν, ἀμφιρρεπὴς ἦν, ὡς δ' ἐγῷμαι μονομερής. 7.12 Ὅθεν ἐξ ἀμφοτέρων κατηγωνίσμεθα, καὶ πρὶν ἢ πολεμητέα ἐδόκει, ταῖς τῶν στρατηγούντων γνώμαις ἡττώ μεθα· ἀλλ' οἵ γε λόχοι καὶ τὸ ἡμεδαπὸν πλῆθος ὁπόσον ἐλέλειπτο, οὔπω τὴν στρατηγικὴν γνόντες ἀμφιβολίαν, ἐπειδή περ ἀντικατέστησαν ἄνδρες ἀρήϊοι καὶ θυμοῦ, κατὰ τὴν ποίησιν, πνείοντες, ὅπλοις τε τοῖς καλλίστοις διεσκευ ασμένοι, καὶ πᾶν εἴ τι ὅπλον γενναῖον τὸ μὲν διεζωσμένοι, τὸ δὲ ἐν χεροῖν ἔχοντες, τὸ ἐνυάλιον ἀλαλάξαντες ἐπὶ τοὺς ἐναντίους τοὺς χαλινοὺς τοῖς ἵπποις ἐνδόντες ἀσχέτῳ ῥύμῃ προσκεχωρήκασι, καὶ τό γε ἀριστερὸν ἐκείνοις κέρας οἱ τὸ καθ' ἡμᾶς δεξιὸν ἔχοντες ἀναστρέψαντες ἐπὶ πολὺ κατεδίωξαν. 7.13 Ἐπεὶ δὲ τὸ δεξιὸν αὐτὸ ἐμεμαθήκεσαν, μὴ ὑπο μεῖναν τὴν τῶν πολεμίων