ἐντετμημένα τοῦ ἵππου μέλη βραχύ τι διαθερμάναντες μετὰ τοῦ λύθρου λαφύσσουσι, καὶ οὕτως ἑαυτοὺς ἀναλαβόντες ἐπὶ τὰς πρώτας ἵενται καλιάς· καὶ ἐμφωλεύουσιν ὥσπερ ὄφεις φάραγξι βαθείαις καὶ κρημνοῖς ἀποτόμοις, ὁπόσα τείχεσι χρώμενοι. 7.69 Τοῦτο τὸ γένος δεινοὶ ξύμπαντες καὶ τὰς γνώμας ὑποκαθήμενοι· οὔτε δὲ συνθῆκαι τούτους φιλίας ἐπέχουσιν, οὔτε κατὰ τῶν θυμάτων ὀμόσαντες τοῖς ὅρκοις ἐμμένουσιν, ἐπεὶ μηδέ τι θεῖον σεβάζονται, ἵνα μὴ λέγω Θεὸν, ἀλλ' αὐτόματα τούτοις πάντα συνέστηκε, καὶ τὴν τελευτὴν πέρας συμπάσης ὑπάρξεως οἴονται· διὰ ταῦτα ῥᾷστά τε σπένδονται, καὶ πολεμεῖν δεῆσαν, εὐθὺς ἠθετή κασι τὰς σπονδάς· κἂν ἕλῃς ἐν τῷ πολέμῳ, οἱ δὲ πάλιν δευτέρας ἐπικαλοῦνται φιλίας, εἰ δὲ μαχόμενοι ἕλωσι, τοὺς μὲν ἀναιροῦσι, τῶν δὲ λαμπρὰν πεποίηνται ἀγορὰν, καὶ τιμῶσι πολλοῦ τοὺς εὐδαίμονας, ἢν δὲ μὴ ταῦτα λάβωσιν, ἀποκτείνουσι. 7.70 Τοῦτο δὴ τὸ γένος ἀπελάσαι τῶν Ῥωμαϊκῶν ὅρων ἐπιχειρήσας ὁ βασιλεὺς Ἰσαάκιος, ἐπ' αὐτοὺς σὺν καρτερᾷ τῇ φάλαγγι ἵεται· καὶ διαιρεθεῖσι μὲν καὶ ἑτερο γνώμοσι γεγονόσιν οὐ πάνυ πιστεύει, ἐπὶ δὲ τὸ καρτερώτα τον αὐτῶν μέρος καὶ δύσμαχον ὁμοῦ καὶ δυσανάλωτον ἄγει τὴν στρατιὰν, καὶ δὴ πλησιάσας αὐτοῖς ἑαυτῷ τε καὶ τῷ στρατοπέδῳ κατέπληξε· πρὸς μὲν γὰρ τὸν οἷα δὴ κεραυνο φόρον ἀντωπεῖν οὐκ ἐτόλμων, τοῦ δὲ στρατοπέδου τὸν ἀρραγῆ συνασπισμὸν βλέποντες αὐτοὶ διελύοντο· ὅθεν καὶ κατὰ μέρη προσβάλλοντες καὶ ἐπωρυόμενοι ταῖς φωναῖς ἀρραγεστέροις αὐτοῖς ἐνετύγχανον· ὡς δ' οὖν οὐκ εἶχον, οὔτε λοχήσαντες τούτους ἑλεῖν, οὔτε μὴν εἰς τοὐμφανὲς παρατάξασθαι, πόλεμον ἐς τρίτην αὐτοῖς ἀπαγγείλαντες, αὐθημερὸν τὰς σκηνὰς ἀφέντες καὶ ὁπόσοις οὐκ ἐξήρκει φυγεῖν γέρουσί τε καὶ βρέφεσιν, ἀνὰ τοὺς δυσβάτους τόπους διεσκεδάσθησαν. Ὡς δὲ κατὰ τὰ ξυγκείμενα ὁ μὲν βασιλεὺς συντεταγμένην ἔχων ἐξῆλθε τὴν φάλαγγα, τῶν δὲ βαρβάρων οὐδεὶς ἑωρᾶτο, ἕπεσθαι μὲν ἐκείνοις κατόπιν οὐκ ἐδοκίμασε, λόχους τε ἀφανεῖς δεδιὼς καὶ ὅτι πρότριτα προὔλαβον τὴν φυγὴν, τὰς δὲ σκηνὰς αὐτοῖς κατασκάψας καὶ τὴν εὑρημέ νην λείαν ἀπαγαγὼν, τροπαιοφόρος ἐπάνεισιν. Οὐ δεξιᾷ δὲ τῇ ἐπαναζεύξει χρησάμενος, χειμῶνος ἀθρόον τῷ στρατο πέδῳ ἐξαφθέντος δεινοῦ, πολλοὺς μὲν ἀποβάλλει τῆς στρα τιᾶς, ἐπάνεισι δ' οὖν ὅμως τῇ Πόλει, στέμμασιν ἀριστείοις ἀναδεδεμένος τὴν κεφαλήν. 7.71 Ἐντεῦθεν, ὁπόσα ἐγὼ οἶδα ἀκριβέστερον τὴν ἐκείνου καταμανθάνων ψυχὴν, προσέθετο τῷ ἐμφύτῳ ἤθει, καὶ σοβαρώτερος ἐγεγόνει, καταπεφρονήκει γοῦν ἁπάντων· τό τε γὰρ συγγενὲς ἐν ἴσῳ τοῖς ἄλλοις εἱστήκει, καὶ ὁ ἀδελφὸς, ἐπεὶ ταῖς πόρρω εἰσόδοις τῶν βασιλείων πλησιά σειεν, ἀπέβαινε τοῦ ἵππου εὐθὺς, προστεταγμένον αὐτῷ, καὶ οὐδέν τι τῶν ἄλλων σεμνότερον προσῄει τῷ ἀδελφῷ· ὁ δὲ κάλλιστος ὢν τὸ ἦθος ὧν ἐγὼ οἶδα, ὁμαλῶς δέχεται τὴν μεταβολὴν καὶ οὐ δυσχεραίνει τὴν καινοτομίαν, ἀλλὰ καὶ καλοῦντι τῷ βασιλεῖ σὺν αἰδοῖ παρεγίγνετο, καὶ τὰ πολλὰ ὑπεχώρει, καὶ παράδειγμά τι τοῖς ἄλλοις τῆς ὁμοίας ἐγίγνετο μεταθέσεως. 7.72 Οὕτω μὲν οὖν τῷ βασιλεῖ τὸ ἦθος μετεσκεύ αστο, καὶ ὁ δεύτερος ἐτελεύτα καιρός· ἄρχεται δὲ ὁ τρίτος ἐντεῦθεν. Ἐπτόητο περὶ τὰ κυνηγέσια ὁ βασιλεὺς, καὶ ἦν εἴ περ τις ἄλλος ἐραστής τε τῶν ἐντεῦθεν δυσεφίκτων καὶ θηρατὴς ἀκριβής· ἱππάζετο γὰρ ἐλαφρῶς ἐπικλάζων τε καὶ ἐπιθωΰζων ἐπτέρου μὲν τὸν κύνα, ἐπεῖχε δὲ τῷ λαγῷ τὸν δρόμον, πολλάκις δὲ καὶ ἐκ χειρὸς ᾕρει θέοντα, καὶ βάλλων οὐκ ἀπετύγχανε· περὶ δὲ τὴν τῶν γεράνων θήραν καὶ μᾶλλον ἐστρέφετο, καὶ τὸ γένος αἰθεροδρομούσας οὐκ ἀπεγίνωσκεν, ἀλλὰ καθῄρει τοῦ ὕψους, καὶ ἦν ὡς ἀληθῶς ἡδονὴ μιγνυμένη θαύματι· τὸ μὲν γὰρ θαῦμα ὅτι παμμέ γεθες οὕτω ζῷον τοῖς ποσὶν οἷα δόρασι χρώμενον καὶ τοῖς νέφεσιν ἤδη κρυπτόμενον ὑπὸ βραχυτέρου ἡλίσκετο, τὴν δὲ ἡδονὴν ἡ πτῶσις ἐδίδου,