συμπόσιον ἐπὶ τούτοις τοῦ συνήθους λαμπρότερον, καὶ ἑστιάτωρ μὲν ὁ αὐτοκράτωρ καὶ συμποσίαρχος, τὰ δὲ πρῶτα τῶν δαιτυμόνων αὐτὸς οὗτος ὁ δραματουργὸς καὶ ἐπίβουλος. 6.150 Ἐπεὶ δὲ ἡ βασιλὶς Θεοδώρα καὶ ἡ ἀδελφὴ Εὐπρε πία κατὰ τὰς ποιητικὰς θεὰς τοῖς τελουμένοις δεινῶς ἐπεμύξαντο, οὐδὲν ἐπιδεικνύμεναι χαρίεν, ἀλλὰ μεμφόμεναι τὰ πλείονα τὴν τοῦ βασιλέως ἁπλότητα, αἰσχύνεται ταύτας ὁ βασιλεὺς καὶ ὑπερορίαν τοῦ ἑαλωκότος καταψηφίζεται, οὐ μακρὰν ἀποικίσας, ἀλλ' αὐτοῦ που ἐπὶ μιᾶς τῶν πρὸ τῆς Πόλεως νήσων ἐπιχωριάζειν προστεταχὼς, λούεσθαί τε ἐκεῖσε παρακελευσάμενος καὶ πάσης ἐμπίπλασθαι ἡδονῆς· οὔπω δὲ ἡμέραι δέκα παρεληλύθεσαν, καὶ ἀνακα λεῖται τοῦτον λαμπρῶς, καὶ μείζονος ἀξιοῖ παρρησίας καὶ χάριτος. Ἡ δὲ τοιαύτη διήγησις οὐκ ὀλίγα τῶν ἀτοπωτέρων παρεσιώπησεν, ὁπόσα αἰσχύνην τε τῷ γράφοντι φέρει καὶ ὄχλον τοῖς ἐντυγχάνουσιν. Ἐπεὶ δὲ οὐκ εἰς ἅπαν τέλος ὁ λόγος κατέληξε, δεῖται δὲ πλείονος ἐπιπλοκῆς πρὸς ἀπαρ τισμὸν, ἑτέραν παρενείρας ὑπόθεσιν, ἧς ὁ λόγος δεῖται τοῦ διηγήματος, οὕτω δὴ αὖθις ἐπαναστρέψας τοῖς ὑφηγησο μένοις τὸ λειπόμενον ἀποδώσω. 6.151 Ἔξωρος ἤδη πρὸς συνουσίαν ἀνδρὸς ἡ βασιλὶς καθειστήκει Ζωὴ, τῷ δέ γε βασιλεῖ τὰ τῆς ἐπιθυμίας ἐφλέγμαινεν· ἤδη γὰρ καὶ ἡ Σεβαστὴ τούτῳ τετελευτήκει, καὶ ὀαρισταίνων περὶ τὸν ἔρωτα ἐπὶ πολλὰς πεπλάνητο φαντασίας καὶ ἀνατυπώσεις ἀτόπους· φύσει δὲ ὢν περίερ γος τὰ ἐρωτικὰ καὶ μὴ εἰδὼς τὸ πάθος εἰς εὐκολίαν διαλύ σασθαι μίξεως, ἀλλ' ἀεί τινα ἐπεγείρων κύματα ἐπὶ ταῖς πρώταις εὐναῖς, ἐρᾷ τινος μείρακος, ὥς μοι καὶ ἄνω που τοῦ λόγου λέλεκται, ἐξ Ἀλανίας ὁμηρευούσης ἡμῖν· βασι λεία δὲ αὐτὴ οὐ πάνυ σεμνὴ, οὐδὲ ἀξίωμα ἔχουσα, τῷ δὲ Ῥωμαίων κράτει τὸ ἐχέγγυον ἀεὶ διδοῦσα τῆς πίστεως· ἡ τοίνυν μεῖραξ θυγάτριον τοῦ ἐκεῖσε βασιλεύοντος ἦν, οὔτε τὸ εἶδος ἀξιοθέατον, οὔτε τὴν θεραπείαν εὔδαιμον, δυσὶ δὲ μόναις κεκόσκητο χάρισι, λευκὸν ἦν τὴν χροιὰν καὶ καλλί στοις ἐπήστραπτεν ὄμμασιν· ἀλλ' ὅ γε βασιλεὺς ἅπαξ ἑαλωκὼς ταύτης, τοὺς μὲν ἄλλους κατέλυσεν ἔρωτας, σκηνοῖ δὲ παρ' αὐτῇ μόνῃ καὶ σφοδρὸν ἐπ' αὐτῇ πόθον ἐγκυμονεῖ. 6.152 Ἀλλ' ἕως μὲν ἡ βασιλὶς βιώσιμος ἦν, οὐ πάνυ τι ἀνερρήγνυτο, ἀλλ' ἠγάπα λανθάνειν καὶ συγκαλύπτεσθαι· ἐπεὶ δὲ ἐτεθνήκει, αἴρει τὴν φλόγα τοῦ ἔρωτος καὶ ἀναρρι πίζει τὸν πόθον, καὶ μονονοὺ παστάδα πηξάμενος ἑαυτῷ τὴν ἐρωμένην νυμφαγωγεῖ, καὶ ὁ μετασχηματισμὸς ἀθρόος τε καὶ καινός· τήν τε γὰρ κεφαλὴν ἀσυνήθης κόσμος ἐκύκλου, καὶ ἡ δέρη χρυσῷ κατηγλάϊστο, ἐπικάρπιοί τε ὄφεις χρυσοῖ τοὺς βραχίονας αὐτῇ διενέμοντο, καὶ τῶν ὤτων μαργαρῖται βαρεῖς ἀπεκρέμαντο, ἡ δὲ ζώνη, χρυσὸς δὲ αὐτὴν καὶ μαργάρων ὁρμαθὸς ἐσχημάτιζέ τε καὶ διεποί κιλλε· καὶ ἦν ἡ γυνὴ Πρωτεὺς ἀτεχνῶς ἐξαλλάττων καὶ ποικιλλόμενος. 6.153 Ἐβούλετο μὲν οὖν ταύτην καὶ βασιλικῇ ἀναδῆ σαι ταινίᾳ, ἀλλ' ἐδεδίει δύο ταῦτα, τόν τε νόμον τὸν ἀριθμὸν αὐτῷ τῆς συζυγίας ἐπιμετρήσαντα, καὶ τὴν βασιλίδα Θεο δώραν ὡς οὐκ ἀνεξομένην τὸ ἄχθος, οὐδὲ βασιλεύειν τε αἱρησομένην καὶ βασιλεύεσθαι· διὰ ταῦτα τοίνυν τοῦ μὲν σχήματος αὐτῇ τῆς βασιλείας οὐκ ἐκοινώνησε, μεταδίδωσι δὲ τοῦ ὀνόματος, σεβαστὴν ἀνειπὼν, δορυφορίαν τε αὐτῇ βασιλικὴν διατίθεται, καὶ πάσας ἐπ' αὐτῇ θύρας αἰτήσεων ὑπανοίγνυσιν, ἐπιρρεῖ τε αὐτῇ χρυσῷ ποταμοὺς ῥέοντας καὶ ὀχετοὺς ὀλβίους καὶ εὐδαιμονίας ἄπειρα ῥεύματα. Αὖθις οὖν ἐσπαθᾶτο πάντα καὶ διεφθείρετο, καὶ τὰ μὲν ἐντὸς τῶν τειχῶν διεσκίδναντο, τὰ δὲ ἐξαγώγιμα εἰς τὴν βάρβαρον ἦν· καὶ τότε πρώτως ἡ τῶν Ἀλανῶν γῆ τῶν ἀπὸ τῆς ἡμε τέρας Ῥώμης ἐμπέπληστο ἀγαθῶν· κατήγοντο οὖν νῆες καὶ αὖθις ἀνήγοντο φορτίδες