ἦν πρότερον φόβος. 17.109 Ἐκεῖ δὲ ἐν τῇ μελλούσῃ συστήσεται γενεᾷ, περὶ ἧς πάγει. ΨΑΛ. ΙΕʹ. Στίχ. αʹ. Στηλογραφία τῷ ∆αβίδ. Τοῦ ∆αβὶδ ἐπέγραψαν οἱ λοιποί· στηλογραφίαν δὲ ὁμοίως ἐξέδωκαν, τῷ περιέχειν προφητείαν αἰωνίου μνήμης ἀξίαν. Ὥσπερ γὰρ οἱ μέγιστοι τῶν ἀγωνι ζομένων ἐν σταδίοις ἀθληταὶ στήλης ἀξιοῦνται, καὶ τῶν ἐν πολέμοις κατωρθωμένων εἰς τὴν μετὰ ταῦτα μνήμην ἵσταται τρόπαια· οὕτω τὸ μέγα τρόπαιον τοῦ Σωτῆρος, ὅπερ ἤγειρε καθελὼν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, Γραφαῖς ἄνωθεν ἐστηλιτεύθη προφη τικαῖς. ∆ιὸ καὶ Πέτρος, τῶν ἐν αὐτῷ μνημονεύσας, ἐπήγαγεν· "6Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤ ῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου ∆αβὶδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστή σειν τὸν Χριστὸν καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ· προϊδὼν δὲ ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χρι στοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες."6 ΨΑΛ. Ιʹ. Στίχ. δʹ. ∆ιὰ τοὺς λόγους τῶν χειλέων σου, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Ὑπογραμμὸν ἡμῖν καὶ διὰ τούτων δίδωσιν ὁ Σω τὴρ, μὴ φρονεῖν ἐφ' ἑαυτοῖς δεομένοις τῆς παρὰ Θεοῦ βοηθείας. Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις· μᾶλλον δὲ αἱ κατ' ἀρετὴν ἐνέργειαι, ὁμαλαὶ καὶ λεῖαι δειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν φθά σαι σπευδόντων ἐπὶ τὸ τέλος αὐτῶν, ὅπερ ἐστὶν ἡ μακαριότης, καὶ τῶν ἐπαγγελιῶν ἡ ἀπόδοσις. ∆ρά μωμεν τοίνυν κατ' αὐτοὺς, οὐ σφαλλομένων τῶν δια βημάτων ἡμῶν, εἰ Κύριος αὐτὰ καταρτίσειεν ἐν ταῖς τρίβοις αὐτοῦ. Ταύτης τῆς αἰτήσεως ὁ τυχών φησιν· Ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· καὶ τὸ, Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτε ἂν ἐπλάτυνας τὴν καρδίαν μου. ΨΑΛ. ΙΖʹ. Στίχ. ʹ. Ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προ έφθασάν με παγίδες θανάτου. Ἁρμόσει δὲ ταῦτα καὶ τῷ Σωτῆρι, ἔχοντα πολλὴν οἰκειότητα πρὸς τὸ, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Στίχ. ηʹ. Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Προδήλως δείκνυσι τοῦ Θεοῦ τὴν κατάβασιν διὰ τὰ προειρημένα, τόν τε θάνατον καὶ τὰς ὠδῖνας τοῦ ᾅδου. Ἐξ οὗ δὲ καταβάντος, κατὰ τὸν Ἀκύλαν, ἐκινήθη καὶ ἐσείσθη ἡ γῆ. Πᾶσα γὰρ ἀκοὴ Ἑλληνικὴ καὶ βάρβαρος ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. Γῆν γὰρ ἔφη τοὺς ἐπὶ γῆς. Ὀρέων δὲ, τῶν ἀντικει μένων δυνάμεων· αἳ τῇ πλάνῃ τῶν εἰδώλων τοὺς ἀν 17.112 θρώπους ἐνέμοντο, τῆς τοῦ Θεοῦ κατεπαιρόμεναι γνώ σεως. Τὰ θεμέλια, καὶ οἱ βαθεῖς διαλογισμοὶ, αἰσθα νόμενα τῆς τοῦ Κυρίου δυνάμεως, ἐταράχθησαν ἀχθόμενα. Αἷς ὀργισθέντος τοῦ Θεοῦ, ἀνέβη καπνὸς καθάπερ ἐπὶ δαλοῦ· σβεννυμένων καὶ τοῦ πυρὸς παυσαμένων, ᾧ τοὺς ἀνθρώπους κατέφλεγον. Τὸ πῦρ δὲ τοῦτο κατέσβεσε τῷ ἰδίῳ πυρί. Καθὸ πῦρ καταναλίσκον εἴρηται Θεὸς παρὰ τῷ Μωϋσῇ. Καὶ ἐν Ψαλμοῖς· Πῦρ ἐναντίον αὐτοῦ προπορεύ σεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Καὶ πάλιν· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυ θήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. ∆ιὸ καὶ ἔφασκεν ὁ Σωτήρ· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; Ταῦτα ἐποίησε κλίνας καὶ καταβὰς οὐχ ἕνα μόνον οὐρανὸν, ἀλλὰ πάντας, ὅσοι ποτέ εἰσιν· τοῦ κλῖναι δηλοῦντος τὴν ταπείνωσιν τοῦ ὕψους αὐτοῦ, καὶ τὴν κένωσιν τῆς θεότητος. Τῆς δὲ οἰκονομίας αὐτοῦ τὸ λεληθὸς καὶ ἀπόκρυφον, τῷ γνόφῳ καὶ τῇ ὀμίχλῃ δηλοῖ. Εἶτα ἐπὶ τοῦ χερουβὶμ ἀνελήφθη, καίτοι μὴ σὺν αὐτῷ κατα βάς. Ὃν μετὰ σώματος ἀναβαίνοντα αἱ θεῖαι θεω ροῦσαι δυνάμεις, γεγονυῖαι περὶ αὐτὸν, ἐδορυφόρουν αὐτοῦ τὴν ἄνοδον, ἐπιλέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ἃ δὴ γέγονεν, ἡνίκα, ὡς ἐν ταῖς Πράξεσι κεῖται τῶν ἀποστόλων, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη