1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

2

φιλανθρωπίαν ἑαυτοῦ ὁ θεὸς τοὺς ἀκούοντας μὴ παθεῖν τὰ τῆς αἰχμαλωσίας. Τοιαῦτα καὶ περὶ ἡμᾶς ἐστιν. Ἐὰν ἁμαρτάνωμεν, αἰχμάλωτοι καὶ ἡμεῖς μέλλομεν γίνεσθαι· τὸ γὰρ «παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ» οὐδὲν διαφέρει τοῦ παραδοῦναι τοὺς ἀπὸ Ἱερουσαλὴμ τῷ Ναβουχοδονόσορ· ὡς γὰρ ἐκείνῳ παρεδίδοντο διὰ τὰς ἁμαρτίας, οὕτω τῷ σατανᾷ παραδιδόμεθα διὰ τὰς ἁμαρτίας ὄντι Ναβουχοδονόσορ, καὶ «οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφη μεῖν» φησὶ περὶ ἄλλων ἁμαρτωλῶν ὁ ἀπόστολος. 1.4 Ὅρα οὖν πηλίκον κακόν ἐστι τὸ ἁμαρτάνειν, ἵνα «παρα δοθῶσι τῷ σατανᾷ» αἰχμαλωτίζοντι τὰς ψυχὰς τῶν ἐγκατα λειπομένων ὑπὸ θεοῦ, οὐκ ἀναιτίως δὲ οὐδὲ ἀκρίτως ἐγκα ταλιπόντος θεοῦ, οὓς ἐγκατέλιπε· ἐπὰν γὰρ πέμψῃ τὸν ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα, ὁ δὲ ἀμπελὼν φέρῃ ἀντὶ «σταφυλῆς» «ἀκάνθας», «τί ποιήσει» ὁ θεὸς ἢ «ταῖς νεφέλαις ἐντελεῖται τοῦ μὴ βρέξαι ὑετὸν» ἐπὶ τὸν ἀμπελῶνα; Ἐπίκειται οὖν διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἡμῖν αἰχμα λωσία καὶ μέλλομεν παραδίδοσθαι, ἐὰν μὴ μετανοῶμεν, τῷ Ναβουχοδονόσορ καὶ τοῖς Βαβυλωνίοις, ἵνα ἡμᾶς σπαράξω σιν οἱ νοητοὶ Βαβυλώνιοι· ἐπικειμένων τούτων οἱ λόγοι τῶν προφητῶν, οἱ λόγοι τοῦ νόμου, οἱ λόγοι τῶν ἀποστόλων, οἱ λόγοι τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσιν ἡμῖν περὶ μετανοίας, παρακαλοῦσιν ἡμᾶς εἰς ἐπιστροφήν· ἐὰν ἀκούσωμεν, πιστεύωμεν τῷ εἰρηκότι· «με τανοήσω κἀγὼ περὶ πάντων τῶν κακῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς». 1.5 Ταῦτα μὲν εἰς τὸ προοίμιον· μετὰ δὲ τὸ προοίμιον γέγρα πται ὅτι «ἐγένετο λόγος κυρίου πρὸς αὐτόν», δῆλον ὅτι τὸν Ἱερεμίαν. Τί δὲ λέγει ὁ λόγος τοῦ κυρίου πρὸς αὐτόν; Ἐξαίρετον παρὰ τὸ εἰρημένον πρὸς τοὺς λοιποὺς προφή τας. Τοῦτο γὰρ πρὸς οὐδένα εὕρομεν τῶν προφητῶν εἰρημέ νον· Ἀβραὰμ προφήτης ἐχρημάτισεν ἐν τῷ «προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ», καὶ οὐκ εἶπεν πρὸς αὐτὸν ὁ θεός· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε», ἀλλὰ ὕστερόν ποτε ἡγιάσθη ὁ Ἀβραάμ, ὅτε ἐξῆλθεν «ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ»· ἐξ ἐπαγγελίας γεγέννηται ὁ Ἰσαάκ, καὶ οὐχ εὕρομεν οὐδὲ πρὸς αὐτὸν τοῦτον λεγόμενον τὸν λόγον, καὶ τί με δεῖ καταλέγειν περὶ τῶν ἑξῆς; Ἱερεμίας ἐξαιρέτου ἔτυχε δωρεᾶς, τῆς «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν 1.6 ἐκ μήτρας ἡγίακά σε». Οὐκ ἀγνοοῦμεν ὅτι ταῦτα ἀνα φέρουσί τινες ὡς μείζονα Ἱερεμίου ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν· καὶ ἰστέον ὅτι τὰ μὲν πολλὰ αὐτῷ συνᾴδει καὶ δύναται ἀναφέρεσθαι ἐπὶ τὸν σωτῆρα, ἃ παραθήσομαι, ὀλίγα δέ τινα τῶν εἰρημένων πρὸς τὸν Ἱερεμίαν θλίβει τὸν λόγον, οὐ δυνάμενα ὡς πρὸς τοὺς πολλοὺς ἐφαρμόσαι τῷ σωτῆρι. Τίνα οὖν ἐστι τὰ ἐφαρμόζοντα τῷ σωτῆρι; «Πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος»· οὔπω ταῦτα ἐναργῶς πρὸς τὸν σωτῆρα δόξει ἀναφέρεσθαι, τὰ ἑξῆς δὲ «καὶ ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν». Ἱερεμίας ποῖα ἔθνη ἐξερρίζωσε, ποίας κατέστρεψε βασιλείας; γέγραπται γάρ· «Ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατα σκάπτειν.» Ποίαν δὲ εἶχεν ἐξουσίαν ὁ Ἱερεμίας εἰς τὸ «ἀπολλύειν», ὅπερ εἴρηται ὡς πρὸς Ἱερεμίαν ἐν τῷ «καὶ ἀπολλύειν»; Τίνας δὲ τοσούτους ᾠκοδόμησεν Ἱερεμίας, ἵνα λέγηται «καὶ οἰκοδομεῖν»; Ἱερεμίας φησίν· «οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς»· πῶς οὖν δέδοται αὐτῷ τὸ «οἰκοδομεῖν καὶ καταφυτεύειν»; Πῶς ἐπὶ τὸν Ἱερε μίαν ἐφαρμόσει τὸ «καταφυτεύειν»; Ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναφερόμενα οὐ θλίβει τὸν ἑρμηνεύοντα, ὅτι ὁ Ἱερεμίας ἐν τούτοις σύμβολον τοῦ σωτῆρός ἐστιν· τὰ δὲ παρατεθησόμενα πάνυ θλίβει καὶ τὸν πάνυ συνετώτατον βουλόμενον δεῖξαι, πῶς καὶ ταῦτα δύναται ἁρμόζειν ἐπὶ τὸν σωτῆρα·