1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

14

χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα» ἃ πεποίηκα τῇ κατοικίᾳ τοῦ Ἰσραὴλ ὅτι «ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου», «οὐκ ἐφοβήθη» ἐκ τῶν ἐκείνοις γεγενημένων. Εἰσῆλθέ τις εἰς οἰκίαν οἰκο δεσπότου, νεώνητός ἐστι, πυνθάνεται τίνα τῶν προτέρων οἰκετῶν ἐτίμησε καὶ διὰ τί, τίνα ἠτίμασε τῶν οἰκετῶν καὶ διὰ τί· κατανοήσας, εἰ βούλεται εἶναι ἐν τῇ οἰκίᾳ τοῦ οἰκοδεσπότου, φυλάσσεται τούτοις περιπεσεῖν, ἃ πεποιή κασιν οἱ πρότεροι δοῦλοι καὶ ἡμαρτηκότες καὶ ἐκβεβλημέ νοι καὶ κολάσει παραδεδομένοι, εἶτα μαθὼν τίνα πεποιή κασιν οἱ πρότεροι δοῦλοι καὶ εὐδοκιμηκότες, καὶ ἐπὶ ποτα ποῖς ἐλευθερίας τετυχήκασι, ζηλοῖ ἐκείνους. Καὶ ἡμεῖς δὲ οὐκ ἦμεν δοῦλοι τοῦ θεοῦ, ἀλλὰ εἰδώλων καὶ δαιμόνων, ἐθνικοί, ἐχθὲς καὶ πρώην προσεληλύθαμεν τῷ θεῷ, ἀνα γινώσκωμεν τὴν γραφήν, ἴδωμεν τις ἐδικαιώθη, τίς κατε δικάσθη, μιμησώμεθα τοὺς δικαιωθέντας, φυλασσώμεθα περιπεσεῖν τούτοις, οἷς περιπεπτώκασιν οἱ αἰχμαλω τευθέντες, οἱ ἐκβληθέντες ἀπὸ τοῦ θεοῦ. 4.6 «Καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή»-πρότερον πορνεύσαντος τοῦ Ἰσραὴλ πεπόρνευκεν ὕστερον καὶ Ἰούδας-»καὶ ἐγένετο εἰς οὐδὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον». Ὅταν ἁμαρτάνωμεν, οὐδὲν ἄλλο ποιοῦμεν ἢ λιθοκάρδιοι γινόμενοι μοιχεύομεν «τὸν λίθον»· ὅταν ἁμαρτάνωμεν καὶ πορνεύωμεν «ὑποκάτω παντὸς ξύλου ἀλσώδους», καὶ ἡμεῖς μοιχεύομεν «τὸ ξύλον». «Καὶ οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ' ἐπὶ ψεύδει.» Εἰ ἐπεστρέψα μεν πρὸς τὸν θεόν, ἐλλιπῶς δέ, ἐγκαλούμεθα ὡς οὐκ «ἐξ ὅλης τῆς καρδίας» ἐπιστρέψαντες. ∆ιὸ «οὐκ <ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς»· οὐκ> εἶπεν· καὶ οὐκ ἐπέστρεψεν ἡ ἀσύνθετος Ἰούδα, καὶ ἔστη, ἀλλά· «καὶ οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ' ἐπὶ ψεύδει» ἐπέ στρεψεν. Ἡ οὖν ἀληθῶς ἐπιστροφή ἐστιν ἀναγνῶναι τὰ «παλαιά», εἰδέναι τοὺς δικαιωθέντας, μιμήσασθαι αὐτούς, ἀναγνῶ ναι ἐκεῖνα, ἰδεῖν τοὺς μεμφθέντας, φυλάξασθαι περιπεσεῖν ταῖς μέμψεσιν ἐκείναις, ἀναγνῶναι τὰ βιβλία τῆς καινῆς διαθήκης, τῶν ἀποστόλων τοὺς λόγους, μετὰ τὸ ἀναγνῶ ναι γράψαι ταῦτα πάντα εἰς τὴν καρδίαν, βιῶσαι κατ' αὐτά, ἵνα μὴ καὶ ἡμῖν δοθῇ «βιβλίον ἀποστασίου», ἀλλὰ δυνηθῶμεν ἥκειν ἐπὶ τὴν κληρονομίαν τὴν ἁγίαν, <καὶ> μετὰ τοῦ πληρώματος τῶν ἐθνῶν σωθέντος δυνηθῇ τότε ὁ Ἰσραὴλ εἰσελθεῖν· «ἐὰν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλ θῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται», «καὶ γενήσονται μία ποίμνη, εἷς ποιμὴν» διδάσκων δοξάζειν τὸν παντοκρά τορα θεὸν ἐν αὐτῷ τῷ Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κρά τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 5.t Εἰς τὸ «ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν» μέχρι τοῦ «περιζώσασθε σάκκους ἐπὶ τούτοις». Ὁμιλία εʹ. 5.1 Σαφῶς μὲν ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξε σιν, ὅτι οἱ ἀπόστολοι εἰσῄεσαν πρῶτον εἰς τὴν τῶν Ἰου δαίων συναγωγὴν καταγγέλλοντες αὐτοῖς, ὡς συγγενέσι διὰ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν γεγραμμένωντὰ περὶ τῆς παρουσίας Ἰησοῦ Χριστοῦ. Ὅτε δὲ ἐκείνων τὰ λεγόμενα μὴ δεχομένων ἔδει ἑτέρους εἶναι τοὺς ἀκροατὰς τῶν λεγομένων, τότε ἀπολογησάμενοι ἐκείνοις κατελίμπα νον αὐτούς· γέγραπται γὰρ ὅτι «ὑμῖν ἔδει καταγγελθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ οὐκ ἀξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη»· τοῦτο δὲ σαφῶς εἰρημέ νον ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων δυνάμει πολλαχοῦ καὶ τῶν προφητῶν λέλεκται· καὶ γὰρ προηγουμένως μὲν λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν προφητῶν τοῖς ἀπὸ τοῦ λαοῦ ἐκείνου, εἰ δέ ποτε μετὰ τὸ πολλὰ εἰρηκέναι οὐκ ἠκούσθη, προφητεύει τὸν λόγον τὸν κηρυσσόμενον τοῖς ἔθνεσι. Τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀρχῆς τοῦ σήμερον ἀναγνώσμα τος γεγένηται, ἐπειδήπερ πρὸ μὲν τοῦ αὐτοῦ τοῖς ἀπὸ τοῦ Ἰσραὴλ λέγεται τὸ «εἰ καὶ πατέρα με καλέσεις, καὶ ἀπ' ἐμοῦ οὐκ ἀποστραφήσῃ· πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ, λέγει κύριος», καὶ ὅτε