1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

29

«Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν»· ἐκτείνεται δὲ καὶ ἡ ψυχὴ ἡμῶν πρότερον συνεσταλμένη, ἵνα δυνηθῇ χωρῆσαι τὴν σοφίαν τοῦ θεοῦ. Ἀλλὰ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἐλέγομεν περὶ τοῦ τὸν οὐρανὸν ἐν φρονήσει γεγονέναι, καί φαμεν ὅτι οἱ τὸν οὐράνιον ἄνθρωπον φοροῦντες καὶ αὐτοί εἰσιν οὐρανός. Εἰ γὰρ πρὸς τὸν ἁμαρτάνοντα λέγεται· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», πρὸς τὸν δίκαιον οὐκ ἂν λεχθείη, οὗ «ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν»· οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; Ἢ διὰ μὲν τὸν χοϊκὸν λεχθήσεται τῷ «φοροῦντι τὴν εἰκόνα τοῦ χοϊκοῦ»· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», διὰ δὲ τὸν οὐράνιον, ἐπὰν «φορέσῃς τὴν εἰκόνα τοῦ ἐπουρανίου», οὐκέτι ἁρμόσει λέγεσθαι· οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; Ἕκαστος οὖν ἡμῶν ἔχει ἔργα οὐράνια καὶ ἐπίγεια. Ἐπίγειά ἐστιν ἔργα, ἃ ἐπὶ τὴν συγγενῆ αὐτοῖς γῆν κατάγει τὸν «θησαυρίζοντα» αὐτὰ «ἐπὶ τῆς γῆς, καὶ μὴ θησαυρίζοντα ἐν οὐρανῷ». Πάλιν ἐπὶ τὰ συγγενῆ τοῖς ἔργοις χωρία τὰ ἐν τῷ οὐρανῷ ἀνάγει τὸν «θησαυρίζοντα ἐν οὐρανῷ», τὸν «φορέσαντα τὴν εἰκόνα τοῦ ἐπουρανίου» τὰ πραττόμενα κατ' ἀρετήν. 8.3 «Καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς.» Τοῦτο τὸ ῥητὸν πρώην καὶ ἐν τῷ Ψαλμῷ ἐνέπεσεν, καὶ ἐλέγομεν, πῶς ὁ θεὸς «ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς»· ἅπερ χρεία ἐστὶν ἐπαναλαβεῖν, τοῖς μὲν εἰδόσιν εἰς ἐπιτρά νωσιν καὶ ὑπόμνησιν τῶν εἰρημένων, τοῖς δὲ ἐπιλαθομέ νοις ἢ μὴ παρατετυχηκόσιν εἰς σαφήνειαν τούτου, εἴτε ἀποκαλυπτομένου καὶ φανεροῦ γενομένου εἴτε ὁπώσποτε νοουμένου. Ἐλέγομεν δὲ τοὺς ἁγίους εἶναι νεφέλας· τὸ γὰρ «ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν» οὐ δύναται ἀναφέ ρεσθαι ἐπὶ τὰς ἀψύχους νεφέλας, ἀλλὰ ἡ ἀλήθεια τοῦ θεοῦ ἕως τῶν νεφελῶν ἐστιν, αἵτινες ἀκούουσιν ἐντολῆς θεοῦ καὶ οἴδασιν, ποῦ ἐκπέμπωσιν ὑετὸν καὶ ἀπὸ τίνων κωλύ σωσιν· ὡς οὐσῶν γὰρ νεφελῶν, αἷς ἐντέλλεται ὁ θεὸς μὴ βρέχειν ἢ βρέχειν, γέγραπται· «Ταῖς νεφέλαις ἐντε λοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετὸν.» Ἐπὶ μὲν οὖν τούτων <τῶν> νεφελῶν, ἐὰν μὴ ὑετὸς ᾖ, οὐκ ἐντέλλεται ὁ θεὸς ταῖς νεφέλαις τοῦ μὴ βρέχειν ἐπὶ τὸν ἀμπελῶνα ἢ τὴν χώραν ὑετόν, ἀλλ' ὅλως οὐ φαίνεται νεφέλη, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν γέγραπται, ὅπου παρὰ τὸν καιρὸν τῆς ἀβροχίας νεφέλη οὐκ ἐφαίνετο, ἡνίκα δὲ κατὰ τὸν λόγον τῆς προφητείας τοῦ Ἠλίου ἔμελλεν ὁ ὑετὸς γίνεσθαι, ἴχνος ἐφάνη νεφέλης «ὡς ἴχνος ἀνδρὸς» καὶ ἐγένετο νεφέλη ποιοῦσα τὸν ὑετόν· ὡς δὲ ὑπαρχουσῶν μὲν τῶν νεφελῶν, κελευομένων δὲ μὴ ὕειν ὅταν ἀναξία ἡ ψυχὴ τοῦ ὑετοῦ τυγχάνῃ, λέγεται τὸ «ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέ ξαι ἐπ' αὐτὸν ὑετόν». Οὐκοῦν ἕκαστος τῶν ἁγίων νεφέλη ἐστίν· Μωσῆς νεφέλη ἦν, καὶ ὡς νεφέλη ἔλεγεν· «Πρό σεχε, οὐρανέ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα στό ματός μου, προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου» -<εἰ μὴ ἦν νεφέλη, οὐδέποτ' ἂν εἶπε· «Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου»>-»καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου»· ὡς νεφέλη λέγει· «ὡσεὶ ὄμβρος ἐπ' ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον· ὅτι ὄνομα κυρίου ἐκάλεσα». Οὕτως ὡς νεφέλη καὶ Ἡσαΐας λέγει· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν». Καὶ ἐπειδήπερ καὶ αὐτὸς ἦν νεφέλη, ἔλεγεν δὲ νεφέλας τοὺς συμ προφητεύοντας αὐτῷ, φησὶν προφητεύων· «ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν». 8.4 Εἰ δὲ νενόηται ἡμῖν, τίνες εἰσὶν αἱ νεφέλαι, ἴδωμεν πῶς ὁ θεὸς «ἀνάγων» ἐστὶν «νεφέλας ἐξ ἐσχάτου τῆς γῆς». Πῶς «ἀπ' ἐσχάτου τῆς γῆς»; Φησὶν ὁ σωτήρ· «Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔσται πάντων ἔσχατος.» Ἐτήρη σεν ταύτην τὴν ἐντολὴν Παῦλος, καὶ ἦν ἔσχατος ἐν τούτῳ τῷ κόσμῳ· διό φησιν· «∆οκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώ ποις.» Εἴ τις οὖν ἐστιν τηρῶν τὴν τοῦ σωτῆρος ἐντολὴν καὶ γενόμενος ἔσχατος ὡς πρὸς τὸν βίον τοῦτον, οὗτος γίνεται νεφέλη καὶ ἀνάγει νεφέλας ὁ θεὸς οὐκ ἀπὸ τῶν πρώτων τῆς γῆς, οὐκ ἀπὸ ὑπατικῶν ἀνάγει νεφέλας, οὐκ ἀπὸ ἡγουμένων ἀνάγει νεφέλας, οὐκ ἀπὸ πλουσίων· «Μακά ριοι» γὰρ «οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ