1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

20

εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἱερουσαλήμ», ποιήσωμεν τὰ ἀπ' ἀρχῆς εἰρημένα, ποῖον δὲ πρῶτον; περιελεῖν «τὰ βδελύγ ματα ἐκ τοῦ στόματος» ἡμῶν· ἑξῆς ἐστιν καὶ τὸ «ἀπὸ τοῦ προσώπου μου εὐλαβηθήσῃ»· δεύτερον τοῦτο ποιή σωμεν, οὐχ ἁπλῶς, ἵνα εὐλαβηθῶμεν· τάχα γάρ ἐστιν εὐλάβεια γινομένη, οὐκ ἀπὸ προσώπου δὲ τοῦ θεοῦ. Οἱ γοῦν οὐκ ἐπιστημόνως φοβούμενοι, προτιθέμενοι δὲ φοβεῖ σθαι, οὐκ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβοῦνται· ὅσοι δὲ μετ' ἐπιστήμης εὐλαβοῦνται, τῷ ἀεὶ βλέπειν καὶ ἀναζω γραφεῖν ἑαυτοῖς τὸ «πρόσωπον τοῦ θεοῦ γινόμενον ἐπὶ τοὺς ποιοῦντας τὰ κακά, τοῦ ἐξολοθρευθῆναι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν», οὗτοί εἰσιν οἱ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβούμενοι. 5.12 «Ἐὰν περιέλῃ τὰ βδελύγματα <αὐτοῦ> ἀπὸ τοῦ στόμα τος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος, ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιο σύνῃ.» Ἴδωμεν ἡμεῖς ἑαυτοὺς οἱ ὀμνύοντες, τίνα τρόπον οὐκ ἐν κρίσει ὀμνύομεν ἀλλ' ἀκρίτως, ὥστε γενέσθαι ἡμῶν τοὺς ὅρκους ἔθει μᾶλλον ἢ κρίσει. Συναρπαζόμεθα γοῦν, καὶ τοῦτο ἐλέγχων ὁ λόγος φησίν· «καὶ ἐὰν ὀμόσῃ· ζῇ κύριος, ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ». Οἴδαμεν ἐν τῷ εὐαγγελίῳ εἰρημένον ὑπὸ τοῦ κυρίου πρὸς τοὺς μαθητάς· «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως», ἴδω μεν δὲ καὶ τοῦτο τὸ ῥητόν· καὶ ἐὰν διδῷ θεός, συνεξετασθή σεται τὰ ἀμφότερα. Τάχα γὰρ πρῶτον δεῖ ὀμόσαι «ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ», ἵνα μετὰ τοῦτο προκόψας τις ἄξιος γένηται τοῦ μὴ ὀμνύειν ὅλως, ἀλλ' ἔχειν «ναὶ» μὴ δεόμενον <μαρτύρων> τοῦ εἶναι τοῦτο, καὶ ἔχειν αὐτὸν «οὒ» μὴ δεόμενον μαρτύρων τοῦ εἶναι αὐτὸ ἀληθῶς «οὔ». «Καὶ ὀμόσῃ» οὖν «ζῇ κύριος ἐν ἀληθείᾳ». Ἐν τῷ ὀμνύοντι πρῶτον ζητῶ τὸ μὴ ψεῦδος, ἀλλὰ τὸ ἀληθές, ἵνα μετὰ ἀληθείας ὀμόσῃ, -ἡμεῖς δὲ οἱ τάλανες καὶ ἐπιορ κοῦμεν, -ἀλλ' ἔστω «μετὰ ἀληθείας», οὐδὲ <οὕτως> καλῶς ὅρκος γίνεται, «ἀλλ' ἐν κρίσει»· δεδόσθω γάρ, ἔθει ὀμνύω· <οὐκ ὀμνύω> «ἐν κρίσει». Εἰ δέοι παρα λαμβάνειν εἰς τὸν τοιοῦτον ὅρκον τὸν θεὸν τὸν τοῦ παντὸς <καὶ> τὸν Χριστὸν αὐτοῦ ἐπὶ τόδε τὸ πρᾶγμα, πηλίκον δεῖ εἶναι τὸ πρᾶγμα, ἵνα γόνατα θῶ καὶ ὀμόσω; Πρὸς τὴν ἀπιστίαν γενομένην ἔν τισιν περὶ τοῦ λόγου μου θερα πεύων τοῦτο ποιήσαιμί ποτε, εἰ δὲ ὡς ἔτυχεν, εἰ οὕτως ὀμνύοιμι, ἁμάρτοιμι ἄν. «Ἐὰν» οὖν «ὀμόσῃ· <ζῇ> κύριος, μετὰ ἀληθείας, καὶ ἐν κρίσει» μὴ ἀκρίτως «καὶ ἐν δικαιοσύνῃ» μὴ ἀδίκως, «καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη»· ἥνωσεν ἀμφότερα, τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ τὸν Ἰσραήλ, εἶπεν περὶ τῶν ἐθνῶν, εἶπεν 5.13 καὶ περὶ τοῦ Ἰσραήλ· ἐπιφέρει· «καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἱερουσαλήμ. Ὅτι τάδε λέγει κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ»· εἴρηκεν τοῖς ἀπὸ τῶν ἐθνῶν, εἴρηκεν καὶ τοῖς ἀπὸ τοῦ Ἰσραήλ, λέγει τοῖς ἀπὸ τοῦ Ἰούδα. Μέμνημαι τῶν πρώην εἰρημένων περὶ τοῦ Ἰούδα καὶ τῶν κατοικούντων ἐν Ἱερουσαλὴμ τροπολογιῶν· κατοι κοῦμεν γὰρ ἡμεῖς, ἐὰν ὁ θεὸς διδῷ, ἐν τῇ Ἱερουσαλήμ. Ἐπεὶ «ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία», ἐὰν θησαυ ρίζωμεν ἐν οὐρανῷ, καὶ ἔχομεν τὴν καρδίαν ἐν Ἱερου σαλὴμ τῇ ἄνω, περὶ ἧς ὁ ἀπόστολός φησιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν, ὡς γέγραπται» καὶ τὰ ἑξῆς. «Τάδε» οὖν «λέγει κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις». Ὁ λόγος οὗτος μάλιστα τοῖς διδάσκουσι λέγεται, ἵνα μὴ πρότερον ἐμπιστεύσωσιν τὰ λεγόμενα τοῖς ἀκροαταῖς πρὸ τοῦ νεώματα ποιῆσαι ἐν ταῖς ψυχαῖς αὐτῶν. Ὅταν γὰρ «ἀρότρῳ ἐπιβαλόντες τὴν χεῖρα» νεώματα ποιήσωσιν ἐν ταῖς ψυχαῖς, κατὰ «τὴν γῆν τὴν καλὴν» καὶ «ἀγαθὴν» τούτων ἀκουόντων, τότε σπείροντες οὐ σπείρουσιν «ἐπ' ἀκάνθαις». Ἐὰν δὲ πρὸ τοῦ ἀρότρου καὶ πρὸ τοῦ νεώματα ποιῆσαι ἐν τῷ ἡγεμο νικῷ τῶν ἀκουόντων, λάβῃ τις τὰ σπέρματα τὰ ἅγια, τὸν περὶ τοῦ πατρὸς λόγον, τὸν περὶ τοῦ υἱοῦ, τὸν περὶ τοῦ ἁγίου πνεύματος, τὸν λόγον τὸν περὶ ἀναστάσεως, τὸν λόγον τὸν περὶ κολάσεως, τὸν λόγον τὸν περὶ ἀναπαύ σεως, τὸν περὶ νόμου, τὸν περὶ