1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

30

θεοῦ.» Ὁρᾷς πῶς ἀπὸ τῶν ἐσχάτων ἀνάγει ὁ θεὸς καὶ σωματοποιεῖ τὰς νεφέλας; ∆ιὰ τοῦτο εἰ βουλόμεθα γενέ σθαι «νεφέλαι, ἐφ' ἃς φθάνει ἡ ἀλήθεια» τοῦ θεοῦ, ἔσχατοι πάντων γενώμεθα καὶ εἴπωμεν ἔργοις καὶ διαθέσει τὸ «δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέ δειξεν». Κἂν μὴ ἀπόστολος ὦ, ἔξεστί μοι γενέσθαι ἐσχά τῳ, ἵνα ὁ θεὸς ἀνάγων νεφέλας ἀπ' «ἐσχάτου τῆς γῆς» ἀναγάγῃ με. «Καὶ ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν.» Λέγουσιν οἱ περὶ ταῦτα δεινοί, ὅτι ἡ γένεσις τῶν ἀστραπῶν ἀπὸ τῶν νεφελῶν γίνεται ἀλλήλαις προστριβομένων· ὅπερ γὰρ συμ βαίνει περὶ τοὺς πυροβόλους λίθους ἐπὶ γῆς, ἵνα δύο λίθων προσκρουσάντων πῦρ γενηθῇ, τοῦτο γίνεσθαι καὶ ἐπὶ τῶν νεφελῶν φασιν· προσκρουομένων τῶν νεφελῶν κατὰ τοὺς χειμῶνας γίνεται ἡ ἀστραπή, διὸ ὡς ἐπίπαν ἡ ἀστραπὴ ἅμα βροντῇ γίνεται, τῆς μὲν βροντῆς ἐμφαινούσης τὸν ἦχον τοῦ συγκρουσμοῦ τῶν νεφελῶν, τῆς δὲ ἀστραπῆς 8.5 γεννώσης τὸ φῶς. Εἰ νενόηκας τὸ παράδειγμα, ἴδε μοι καὶ τὴν νοητὴν νεφέλην. Μωσῆς νεφέλη ἦν, Ἰησοῦς ὁ τοῦ Ναυῆ νεφέλη ἦν· αὗται δὴ ὁμιλοῦσιν ἀλλήλαις, καὶ ἀπὸ τῶν λόγων αὐτῶν ἀστραπὴ γίνεται. Ἱερεμίας νεφέλη ἦν, Βαροὺχ νεφέλη ἦν· διαλέγονται πρὸς ἀλλήλους· ἦλθεν ἡ ἀστραπὴ ἀπὸ τῶν λόγων Ἱερεμίου καὶ τῶν λόγων Βαρούχ. Οὕτως εἰ δύνασαι συνάγαγε ἀπὸ τῶν γραφῶν, τίνα τρόπον ἀστραπὴ ἔρχεται· καὶ ἐν τῇ καινῇ διαθήκῃ Παῦλος καὶ Σιλουανὸς δύο νεφέλαι ἦσαν, ἦλθον ἐπὶ τὸ αὐτό, γέγονεν ἡ τῆς ἐπιστολῆς ἀστραπή. «Ἀστραπὰς» οὖν ὁ θεὸς «εἰς ὑετὸν ἐποίησεν καὶ ἐξή γαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ». Ἆρα οὖν οὗτοι οἱ ἄνεμοι ἐν θησαυροῖς εἰσιν; Ἢ οὐχὶ φαίνεται ἡ τούτων φύσις πνεόντων ἐπὶ γῆς τίνα τρόπον ὑφίσταται; Ἀλλ' εἰσί τινες ἀνέμων θησαυροί, πνευμάτων θησαυροί, «πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας», «πνεῦμα φόβου θεοῦ», «πνεῦμα δυνά μεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ», καὶ δύνασαι αὐτὸς ἀπὸ τῶν γραφῶν συναγαγεῖν τοὺς ἀνέμους τούτους. Τὰ πνεύματα ταῦτα ἐν θησαυροῖς ἐστιν· οἱ θησαυροὶ τίνες εἰσίν; «Ἐν ᾧ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι»· οὗτοι οἱ θησαυροὶ ἐν Χριστῷ εἰσιν. Ἐκεῖ θεν οὖν ἔρχονται οἱ ἄνεμοι οὗτοι, τὰ πνεύματα ταῦτα, ἵν' ὁ μέν τις ᾖ σοφός, ὁ δέ τις πιστός, ὁ δέ τις ᾖ ἔχων γνῶσιν, ὁ δέ τις ὁτιποτοῦν ἀναλαβὼν χάρισμα θεοῦ· «Ὧι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώ σεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι.» 8.6 «Ἀνήγαγεν» οὖν «νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, καὶ ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.» Καὶ ἡμεῖς διὰ τὸν θεὸν ἐπὶ τοὺς θησαυ ροὺς τούτους ἐλπίζομεν καταντήσεσθαι, καὶ <ἐπεὶ> εἰσίν τινες πολλοὶ θησαυροί, τάχα κατὰ τάγματα τῶν ἀνισταμένων ἔσονται ἀναπαύσεις ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Ἡ ἀνάστασις τῶν νεκρῶν ἐν τάγμασίν τισιν γίνεται-φησὶ γὰρ ὁ ἀπόστολος· «Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι»-καὶ ἐπεὶ μὴ ὡς ἔτυχεν συμφύρεται τὰ τάγματα, τόδε τὸ τάγμα ἔσται ἔν τινι θησαυρῷ θεοῦ καὶ τόδε τὸ τάγμα ἐν ἑτέρῳ θησαυρῷ θεοῦ καὶ τρίτον ἕτερον τάγμα ἔσται ἐν ἄλλῳ θησαυρῷ. Οὗτοι μέντοιγε πάντες οἱ θησαυροὶ ἕνα ἔχουσιν θησαυρόν, ἐν ᾧ κατοικοῦσιν· διὸ παρὰ τῷ Παύλῳ λέλεκται· «Ἐν ᾧ εἰσιν οἱ θησαυροὶ καὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι»· καὶ ὥσπερ κτῶμαι τὸν «ἕνα πολύτιμον μαργαρίτην» διὰ τῶν πολ λῶν μαργαριτῶν, οὕτως ἔρχομαι ἐπὶ τὸν θησαυρὸν τῶν θησαυρῶν, «τὸν κύριον τῶν κυρίων, τὸν βασιλέα τῶν βασιλέων», ἐπὰν γένωμαι ἄξιος τῶν πνευμάτων τῶν ἀπὸ θησαυρῶν τοῦ θεοῦ· «Ἐξήγαγεν» γὰρ «ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ». 8.7 «Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως.» Εἰ πᾶς ἄνθρωπος ἐμωράνθη ἀπὸ γνώσεως, καὶ Παῦλός ἐστιν ἄνθρωπος, Παῦλος ἐμωράνθη ἀπὸ γνώσεως «ἐκ μέρους γινώσκων καὶ ἐκ μέρους προφητεύων», ἐμωράνθη ἀπὸ γνώσεως «δι' ἐσόπτρου βλέπων», «ἐν αἰνίγματι βλέ πων», πολλοστημόριον καί, εἰ ἔστιν εἰπεῖν, ἀπειροστημό ριον βλέπων καὶ καταλαμβάνων τῶν πραγμάτων, ἐκ τοῦ ἐναντίου δὲ νοήσεις τὸ «ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως». Ἔστιν