1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

15

προηγουμένως ταῦτα εἴρηται τὰ περὶ τοῦ Ἰσραὴλ καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ «ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν», ἑξῆς καὶ τὸ πνεῦμα τὸ ἅγιον μετατίθησι τὸν λόγον ἐφ' ἡμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν καί φησιν· «Ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν»· ἡμεῖς γάρ ἐσμεν οἱ πεπληρωμένοι συντριμμάτων. Ἕκα στος εἴποι ἄν, εἰ καὶ νῦν κεκαθάρισται καὶ ἴαται ἀπὸ τῶν συντριμμάτων· «Ἦμεν γὰρ καὶ ἡμεῖς ἀπειθεῖς, ἀνόητοι, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς πολλαῖς καὶ ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, διὰ λου τροῦ παλιγγενεσίας ἐπέχεε τὸν ἔλεον αὐτοῦ ἐφ' ἡμᾶς.» Καίτοιγε κἀκεῖνο τὸ ἀποστολικὸν ἅπαξ μνησθεὶς σαφέσ τερον πειράσομαι παραστῆσαι. Οὐ γὰρ εἴρηκεν· Ἦμεν γάρ ποτε ἀνόητοι, ἀπειθεῖς· ἀλλὰ Παῦλος, ὁ ἀπόστολος, ὁ ἀπὸ τοῦ Ἰσραήλ, ὁ «κατὰ τὴν ἐν νόμῳ δικαιοσύνην γενόμενος ἄμεμπτος» λέγει· «Ἦμεν γὰρ καὶ ἡμεῖς ποτε» οἱ ἀπὸ τοῦ Ἰσραὴλ «ἀπειθεῖς, ἀνόητοι», ἀλλ' οὐ μόνον οἱ ἀπὸ τῶν ἐθνῶν ἀνόητοι ἦσαν οὐδὲ μόνοι οἱ ἀπὸ τῶν ἐθνῶν ἀπειθεῖς οὐδὲ μόνοι ἐκεῖνοι ἁμαρτωλοί, καὶ ἡμεῖς δὲ οἱ τὸν νόμον δεδιδαγμένοι τοιοῦτοι ἐτυγχάνομεν πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ. Λέγεται οὖν μετὰ τὰ εἰρημένα τῷ Ἰσραὴλ πρὸς ἡμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν· «Ἐπιστράφητε, υἱοί, ἐπιστρέ 5.2 φοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» Ἀλλ' ἐρεῖ τις· ταῦτα εἴρηται πρὸς τὸν Ἰσραήλ, σὺ δὲ αὐτὰ ἕλκεις ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. Θέλομεν παραστῆσαι ὅτι οὐ μετὰ πολλά, ἀλλ' εὐθύς, ὅπου βούλεται πρὸς τὸν Ἰσραὴλ λέγειν τὰ περὶ ἐπιστροφῆς, προστίθησι τὸ τοῦ Ἰσραὴλ ὄνομα. Ἑξῆς γοῦν λέγεται· «Ἐὰν ἐπιστραφῇ Ἰσραήλ, λέγεικύριος, πρός με, καὶ ἐπιστραφήσεται, καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος, μετὰ ἀλη θείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη»· τὰ πρῶτα τοίνυν εἴρηται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν, εἶτ' <ἐπὶ τοῦ Ἰσραὴλ λέγεται> ἐπεὶ «ἐὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθή σεται», κατὰ τὰ εἰρημένα παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. Πρόσχες τίνα τρόπον ὁ μὲν θεὸς προτρέπει ἡμᾶς ἐπι στρέφοντας τελείως ἐπιστρέφειν, ἐπαγγελλόμενος ὅτι ἐὰν «ἐπιστρέφοντες» ἐπιστρέψωμεν πρὸς αὐτόν, ἰάσεται ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ «τὰ συντρίμματα»· ἡμεῖς δὲ ἀποκρινόμενοι, οἱ μὴ μέλλοντες μηδὲ βραδύνοντες περὶ τῆς σωτηρίας ὡς ἐκεῖνος ὁ Ἰσραήλ, φαμέν· «Οἵδε ἡμεῖς ἐσόμεθά σοι.» Ὁ μὲν θεὸς εἶπεν· «Ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν», οἱ δὲ ἀπὸ τῶν ἐθνῶν· «∆οῦλοι ἐσόμεθα ἡμεῖς», οὐ πρότερον ὄντες, «σοί», ἀλλὰ δαιμόνων ὄντες, ἀλλὰ δυνάμεων ἀντι κειμένων τυγχάνοντες· «ὅτε» γὰρ «διεμέριζεν ὁ ὕψιστος ἔθνη», ἐγενήθημεν ἡμεῖς οὐ «μερίς» σου οὐδὲ μετὰ τοῦ λαοῦ Ἰακὼβ «σχοίνισμα κληρονομίας» σου, ἀλλὰ γεγόναμεν ἄλλων μερίδες· ὅμως δὲ ἡμεῖς οἱ γενόμενοι ἄλλων ποτὲ μερίδες, σοῦ εἰπόντος ἡμῖν «Ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν» ἀπο κρινόμεθα· <«Οἵδε> ἡμεῖς»· τοῦτο γὰρ περιεμένομεν, τὴν κλῆσιν, μόνον. Οὐχ ὡς ἐκεῖνοι ἐκλήθησαν καὶ παρῃτή σαντο, οὕτω καὶ ἡμεῖς καλούμενοι παραιτούμεθα. Ἔχομεν γὰρ ἐν ταῖς τοῦ εὐαγγελίου παραβολαῖς, ὅτι τινῶν κεκλη μένων προηγουμένως «ὁ μέν τις ἔλεγε· γυναῖκα ἔγημα, ἔχε με παρῃτημένον, ὁ δέ τις· ζεύγη βοῶν ἠγόρασα πέντε, πορεύομαι δοκιμάσαι αὐτά, ἔχε με παρῃτημένον». Οὐχ οὕτως οὖν ἡμεῖς, οἱ ἀπὸ τῶν ἐθνῶν, ἐκλήθημεν καὶ παραι τούμεθα· διὰ τί; περὶ ποῖον ἀγρὸν ἵνα καταγενώμεθα; περὶ ποίαν γυναῖκα σοφήν; ἀλλὰ περὶ τί ἄλλο ἀσχοληθῶ μεν; Εἴρηκεν οὖν ὁ θεὸς ἡμῖν· «Ἐπιστράφητε, υἱοί, ἐπιστρέ φοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν»· καὶ βλέ ποντες ἑαυτῶν τὰ συντρίμματα καὶ περὶ τῆς ἰάσεως ἐπαγ γελίαν, εὐθέως ἡμεῖς ἀποκρινόμεθα καὶ λέγομεν· «Ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν.» Ἐπα κούσαντες οὖν καὶ εἰπόντες· «ἐσόμεθά σοι», μνημονεύω μεν, ὅτι ὑπεσχόμεθα