ἐξεληλυθότος Ἰησοῦ τοῦ Σωτῆρος Θεοῦ. Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν. Ὅμοιον τούτῳ τῷ διστακτικῷ ἐστι τὸ ἐν τῷ Ἱερεμίᾳ· Ἴσως ἀκούσονται, καὶ μετανοήσονται. Ἔλεγον δὲ κἀ κεῖνα διηγούμενοι, ὅτι ταῦτα ὑπὲρ προτροπῆς λέγον ται τῶν ἀκουόντων, ἵνα μὴ δοκῶσι, προκατειλημ μένων ὑπὸ τῆς τοῦ Θεοῦ γνώσεως τῶν ὑφ' ἡμῶν χει ρόνων ἢ κρειττόνων, μὴ δυνατὸν εἶναι τὸ ἐναντίον τῶν προεγνωσμένων γενέσθαι, ἀκούοντες τῶν λεγο μένων. Οὕτω γὰρ ἐπίσης ἐφ' ἡμῖν ἐστι τὸ ἀκούειν, καὶ τὸ μὴ ἀκούειν, ὡσεὶ καὶ μὴ προεγνώκει ὁ Θεὸς οὔτε ἐλάττονος γενομένου ἐφ' ἡμῖν διὰ τὸ προεγνω κέναι αὐτὸν, οὔτε πλείονος, εἰ μὴ προεγνώκει. Τοῦ αὐτοῦ. Ἀσφαλέστερον ἂν λέγοιτο ἀντὶ τοῦ πτοηθῶσι, κοπάσουσι. Τέτακται δὲ τὸ, πτοηθῶσιν ἐνταῦθα ἐπὶ τῶν ἀπὸ λογίων θείων κινουμένων καὶ ὁδευόντων ἐκ τοῦ πτοεῖσθαι ἐν τοῖς εἰρημένοις καὶ ἐπὶ τὸ φοβηθῆναι τὸν Θεόν. Καὶ ἄλλο γε ἡγητέον ἐν ταῦθα σημαίνεσθαι ἀπὸ τοῦ πτοηθῶσι παρὰ τὸ ὑπὸ τῶν Ἑλλήνων λεγόμενον ὑπὸ τῆς πτοίας ὁριζομένων αὐτὴν ἀνθρώπου ψυχῆς πάθος. Καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου. Οἱ θεῖοι λόγοι, διὰ τὸ ἐκ μέρους εἶναι καὶ ἐλάχιστοι συγκρίσει τοῦ ὅλου λόγου καὶ τῆς πάσης σοφίας, οὐ βιβλίον, ἀλλά τις κε φαλὶς βιβλίου εἴρηται. Καὶ ἐν Ψαλμοῖς δὲ τό· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τὸ ὅμοιον δηλοῖ. Οὐκέτι δὲ κεφαλὶς βιβλίου λέγεται τὸ ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον, ἀλλὰ βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν. Πλήν· Οὐδεὶς ἠδύνατο, φησὶν ὁ Ἰωάννης, οὔτε ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον ἐκεῖνο, οὔτε βλέπειν αὐτὸ, εἰ μὴ μό νον ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα ∆αυίδ. Καὶ ἄλλην δὲ κεφαλίδα βιβλίου γεγραμμένην εὑρήσεις ἐν τῇ Ἀποκαλύψει τὸν Ἰωάννην κατεσθίοντα· πλεῖον γὰρ κεφαλίδος οὐ χωρεῖ φαγεῖν ἡ ἀνθρώπεια φύσις. Καὶ ἐγέγραπτο ἐν αὐτῇ θρῆνος καὶ μέλος. Μέ λος μὲν τοῖς ἁγίοις, θρῆνος δὲ τοῖς οὐκ ἀπεγνωσμέ νοις τῶν ἡμαρτηκότων· οὐαὶ δὲ τοῖς κολασθη σομένοις. 13.773 ΚΕΦ. Γʹ. Καὶ ἐψώμισέ με τὴν κεφαλίδα. Ἐντεῦθεν μάλιστα δῆλον, ὅτι πλεῖον τῆς κεφαλίδος οὐ χωρεῖ φαγεῖν ἡ ἀνθρωπίνη φύσις, καὶ ταῦτα ὑπὸ τῆς χειρὸς τοῦ Θεοῦ ψωμιζομένη. Ὁ μέντοιγε ἐσθίων ταύτην τὴν κεφα λίδα, ἀνειλούσης αὐτὴν τῆς ἐκτεταμένης χειρὸς πρὸς τὸν ἐσθίοντα, φάγεται αὐτήν· ἵνα διὰ τῆς ἀνειλήσεως τῆς κεφαλίδος ἑνὸς ἑκάστου τῶν ἐγγεγραμμένων ἐν αὐτῇ ἀντιλάβηται, καὶ, μασσησάμενος τὴν κεφαλίδα καὶ τὴν ἀνείλησιν αὐτῆς πάντα λάβῃ εἰς τὴν νοητὴν αὐτοῦ κοιλίαν τὰ ἐγγεγραμμένα οὐ μόνον ἔμπροσθεν, ἀλλὰ καὶ ὄπισθεν. Νομίζω δὲ διὰ μὲν τῶν ἔμπροσθεν τῆς κεφαλίδος δηλοῦσθαι τὰ προηγούμενα τῶν δογμά των, καὶ τὰ περὶ τῶν ἁγίων, καὶ τὰ περὶ τῶν ἀπαγ γελιῶν, καὶ ἁπαξαπλῶς τὰ περὶ τῶν μακαρίων καὶ τῆς διεξαγωγῆς τοῦ ζῇν αὐτῶν· διὰ δὲ τῶν ὄπισθεν τὰ περὶ τῶν κολαζομένων καὶ τοῦ τρόπου τῆς κολά σεως αὐτῶν καὶ τῶν ἐπακολουθησάντων ἐν τῇ κτίσει τοῖς προηγουμένως γεγενημένοις. Καὶ δηλοῦται τὰ μὲν προηγούμενα καὶ τὰ ἔμπροσθεν διὰ τοῦ μέλους, τὰ δὲ λοιπὰ διὰ τοῦ θρήνου καὶ τοῦ οὐαί. Τοὺς μὲν οὖν ἐν ἁμαρτήμασι γενομένους καὶ πάντη ἀποπεσόν τας τῶν τῆς σωτηρίας δογμάτων θρηνεῖσθαι ὑπολαμ βάνω· τὸ δὲ μέλος ἀπαγγέλλεσθαι τοῖς μακαρίοις· τὸ δὲ, οὐαὶ, τοῖς τέλεον ἀποπεσοῦσι τοῦ μακαρισμοῦ. ∆ύναται καὶ οὕτως γεύεσθαι καὶ ὁ ἐν γνώσει τοῦ ζῶν τος ἄρτου τοῦ ἐκ τοῦ οὐρανοῦ καταβεβηκότος γεγευ μένος, ὁπότε θρηνηθεὶς ἄξιος γενέσθαι τοῦ μακαρι σμοῦ. Καὶ ὁ μὲν οὖν Θεοδοτίων ἀκολούθως τοῖς Ἑβ δομήκοντα ἐξέδωκεν· ὁ δὲ Σύμμαχος οὐ πάνυ ἀπᾳ δόντως, θρήνους καὶ κατάλεγμα, καὶ μέλος πεν θικόν· ὁ δὲ Ἀκύλας, γεγραμμένον, φησὶν, ἦν ἐπ' αὐτοῦ κτίσις καὶ ἀντίβλησις· καὶ ἔσται. Καὶ τάχα διὰ τούτου δηλοῦται κατ' αὐτὸν, ὅτι περὶ τῆς κτίσεως καὶ οἱονεὶ μερίδος ἑκάστου ἐγέγραπτο. ∆ῆλον δὲ, ὅτι τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ ἃ καὶ ἐκβήσεται, σημαίνεται διὰ τοῦ ἔσται. Οὐ πρὸς τὸν λαὸν βαθύχειλον. Εἰ γὰρ μὴ ἦσαν ἐξ ἐπιπολῆς ἔχοντες τοὺς λόγους αὐτῶν, ἀλλ' ἡ καρ δία αὐτῶν διὰ τὸ βάθος τῶν νοημάτων στόμα ἦν αὐ τῶν, καὶ οὐκ ἂν σὺ εἰσεληλύθεις πρὸς τὸν οἶκον