δὲ σήμερον γεγέννηκά σε καθὸ σάρξ· τὴν πρόσφατον γὰρ γέννησιν ἐμφαίνει. εὐδοκίᾳ γὰρ τοῦ πατρὸς γεγέννηται· πνεῦμα γὰρ ἅγιον, ὁ ἄγγελός φησιν, ἐπελεύσεται ἐπὶ σέ, εἶτα· καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Hebr 1,6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον, τοῦτ' ἔστιν ὅταν ηὐδόκησε μετὰ σαρκὸς ἐμφανισθῆναι τὸν πρωτότοκον αὐτοῦ υἱὸν τοῖς κατοικοῦσι τὴν οἰκουμένην· φησὶ γάρ· καὶ προσελθόντες οἱ ἄγγελοι διηκόνουν αὐτῷ, καί· ἀπάρτι ὄψεσθε τοὺς ἀγγέλους καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. Hebr 1,13 Ἀνήνεγκε τοίνυν τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας τῷ πατρί, καὶ τοῦτο ἐθαύμασε τὸ δῶρον ὁ πατήρ, καὶ διὰ τὴν ἀξίαν τοῦ προσενέγκαντος καὶ διὰ τὸ ἄμωμον τοῦ προσενεχθέντος, ὡς οἰκείαις αὐτὸ δέξασθαι χερσὶν καὶ θεῖναι πλησίον τὸ δῶρον καὶ εἰπεῖν· κάθου ἐκ δεξιῶν μου. Hebr 2,6-9 Τίνος χάριν προάγει νῦν τὸ τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ; ἐπειδὴ ἀντιπίπτειν αὐτῷ ἐδόκει πρὸς τὴν πρόθεσιν· ὁ μὲν γὰρ μείζονα δεικνύει τὸν Χριστὸν τῶν ἀγγέλων, τὸ δὲ βραχύ τι 640 ἠλαττῶσθαι παρ' αὐτούς. διὸ τίθησιν αὐτό, ἵνα τὴν δοκοῦσαν ἀντίθεσιν λύσῃ. καὶ λύων φησὶν εἰρῆσθαι αὐτὸν ἠλαττωμένον διὰ τὸ πάθημα τοῦ θανάτου· εἴδομεν γὰρ αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. συγχωρεῖ δὲ τέως καὶ τὸ ῥητὸν ἐπὶ τοῦ δεσπότου εἰρῆσθαι, ἐπειδὴ ἐχρησίμευεν αὐτῷ καὶ εἰς τὸ ἐκείνους παραμυθήσασθαι τὸ πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Hebr 2,11 Εἰπὼν οὐκ ἐπαισχύνεται. ἔδειξε τὸ διάφορον· οὐ γὰρ κατὰ φύσιν ἀδελφός, καίτοι ὢν ἀληθῶς ἄνθρωπος, ἀλλὰ κατὰ φιλανθρωπίαν, ἐπειδή ἐστι καὶ ἀληθῶς θεός. Hebr 2,14-15 Ἐδεδοίκεσαν οἱ ἄνθρωποι τὸν θάνατον ὡς ἔνοχοι ὄντες τῆς τούτου δουλείας. δουλεία δὲ τοῦ θανάτου τὸ ἐνέχεσθαι καὶ ὑποκεῖσθαι τῇ ἁμαρτίᾳ· ἰσχὺς γὰρ καὶ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία. ἐπεὶ οὖν ὁ Χριστὸς διὰ θανάτου κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ' ἔστι τὸν διάβολον, τὸν εὑρετὴν καὶ ἀρχηγὸν τῆς ἁμαρτίας, εἰκότως ἀσθενὴς γίνεται ἡ ἁμαρτία, εἰκότως ἀπηλλάγημεν τῆς κατὰ τὴν ἐπικράτειαν αὐτῆς δουλείας, εἰκότως ἠλευθερώμεθα τοῦ κατὰ τὸν θάνατον φόβου. καὶ ἔστι τοῦτο καὶ ἐν αὐτοῖς τοῖς ἔργοις σαφῶς κατιδεῖν· οἱ γὰρ πρὶν ὡς μέγιστον κακὸν καὶ ἀνυπέρβλητον φοβούμενοί τε καὶ ἀποτρεπόμενοι τὸν θάνατον, νῦν ὡς βελτίονος βίου μεταβολὴν καὶ προοίμιον χαίροντες πρὸς αὐτὸν χωροῦσιν, ὅταν ὑπὲρ Χριστοῦ καὶ τῶν αὐτοῦ νόμων παρὰ τῶν διωκόντων ἐπάγηται. ἆρα οὐ περιφανῶς ἀπήλλαξεν ἡμᾶς ὁ σωτὴρ τοῦ κατὰ τὸν θάνατον φόβου καὶ τῆς ἐκεῖθεν δουλείας; Hebr 2,18 Ἢ δύναται τοῖς πειραζομένοις βοηθῆσαι οὕτως ἐκληπτέον· ἐπειδὴ γάρ, φησίν, ἀναμαρτήτῳ σώματι τῷ δεσποτικῷ ἐπεπήδησεν ὁ πονηρός, καὶ πειρασμοῖς περιβαλεῖν ἐπειράθη διά τε γὰρ ἑαυτοῦ προσέβαλε πειράζων, καὶ τοὺς Ἰουδαίους αὐτὸς ἦν ὁ ἀνερεθίζων εἰς τὴν κατὰ τοῦ δεσπότου μιαιφονίαν · ἐπεὶ οὖν ἀναμάρτητον ἔχων σῶμα ἐπειράσθη καὶ πέπονθεν, ἰσχὺν δικαίαν καὶ εὔλογον ἔχει κατὰ τοῦ πονηροῦ καὶ τοὺς ὑφ' ἁμαρτίαν τελοῦντας ἀνθρώπους ἀφαρπάζειν τῶν ἐκεῖθεν ἐπαγομένων πειρασμῶν, καὶ βοηθὸς καθίσταται 641 τοῖς πειραζομένοις· ἡ γὰρ κατὰ τοῦ ἀναμαρτήτου σώματος θρασύτης τοῦ πονηροῦ εὔλογον καὶ δικαίαν τῷ δεσπότῃ παρέσχεν ἰσχὺν εἰς τὸ ῥύεσθαι τοὺς ὑφ' ἁμαρτίαν τῶν ἐκεῖθεν πειρασμῶν, καὶ βοηθὸν εὑρίσκεσθαι τοῖς πειραζομένοις. Hebr 3,2 Ὡς καὶ Μωϋσῆς, φησίν· ὥστε μάτην διαλοιδοροῦνταί μοι πρὸς ὑμᾶς οἱ ἀποστασίαν με λέγοντες ἀπὸ Μωϋσέως διδάσκειν, καὶ πρὸς αὐτὸν δυσμενῶς διακεῖσθαι. λεληθότως δὲ τοῦτο καὶ οὐ κατὰ προηγούμενον λόγον εἰσάγει, ἵνα μᾶλλον πείσῃ· τὸ γὰρ εἰς ἀπολογίαν παρεσκευασμένον μᾶλλον ὕποπτον. Hebr 3,3 Πλείονος γὰρ δόξης οὗτος ἠξίωται. εἰπὼν τὴν πρὸς Μωϋσῆν ἰσότητα τοῦ Χριστοῦ, νῦν ἠρέμα τὴν ὑπεροχὴν λέγει. πλείονος οὗτος. τίς; ὁ κατὰ σάρκα νοούμενος Χριστός. παρὰ Μωϋσῆν δόξης ἠξίωται καθ' ὅσον, φησί, πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. νῦν τὴν ὑπερτάτην ὑπεροχήν, καὶ ὅση θεοῦ πρὸς ἄνθρωπον, λέγει καί φησιν· πιστὸς μὲν ἦν Μωϋσῆς ὑπὲρ πάντα τὸν οἶκον, τοῦτ' ἔστι τὸν λαόν,