1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

2

6 Εἰς τὸν τὰ δεύτερα φέροντα Μωσῆς μὲν ἄρχων, Ναυΐδης δὲ συνθέων εὐθὺς μετ' αὐτόν, ὡς παραστάτης

ξένος. Καὶ σὺ πρόσωπον δεύτερον στάσει πέλων, πῶς τὴν ἀδελφότητα συγκρατεῖς, σκόπει· ἡγοῦ, καθηγοῦ καὶ συνασπίζου τόνῳ, εἰρηνικῶς τε συμπαθῶς καὶ πραέως, νόμους φυλάττων ἐκ Θεοῦ τοὺς κειμένους, κρίσεις δικαίας ἐκφέρων ἀπροσκόπως, νῦν μὲν συναλγῶν τοῖς κάμνουσιν ἐκ πάθους, νῦν δὲ προθυμῶν τοὺς τρέχοντας ἐκ πόθου, ἵν' ἀξιωθῇς ἐννόμου δημαρχίας, ὡς αὐτὸς ἄξων τὸν λεὼν τοῦ Κυρίου.

7 Εἰς τὸν οἰκονόμον

Ἔργον Στεφάνου, τοῦ στέφους τῶν μαρτύρων, λαχών, ἐπάρχειν εἰς τὸ τὰς

χρείας νέμειν τῇ Χριστολέκτῳ τῶν ἀδελφῶν πληθύϊ, δίδου κόπους σου τῷ Θεῷ καθ' ἡμέραν, τηρῶν ἕκαστον ὡς μέλος σὸν ἐμπόνως· οὐ γὰρ σχέσει τόν, τὸν δὲ μίσει καὶ φθόνῳ, πάντων δ' ὁμοίως προβλέπων τὸ συμφέρον, ὡς μὴ κινεῖσθαι τὸν τινὰ πρὸς ἃ χρεών, ἀλλ' ἐξ ἑαυτοῦ τὸ προσῆκον εἰσφέροις, ὡς ἂν πρεπόντως ἐκτελῶν σου τὸν δρόμον, ἀπροσκόπως τε πανσθενῶς, Θεοφρόνως, τὸν μισθὸν εὕροις ἧσπερ εἵλω φροντίδος.

8 Εἰς τοὺς ἐπιστημονάρχασ

Οἱ τῆς ἀδελφότητος ἐξειληφότες κρίσιν τε κρίνειν καὶ δίκαιον ἐξάγειν, μὴ δὴ

κατ' ὄψιν ἐξάγοιτε τὰς φάσεις, μὴ προσπαθείᾳ, μηδὲ μήνιδος χάριν, μὴ προσφιλεῖ τε μηδ' ἀπεχθεῖ καρδίᾳ, ἀλλ' ἠπίως τε συμπαθῶς, οἰκτιρμόνως, βουλευτικῶς τε μακροθύμως, εὐτόνως, τὸν νοῦν ἀκραιφνῶς ὀξύναντες, ὡς βέλος, κατὰ σκοπὸν βάλλοιτε τοὺς εὐθεῖς λόγους, ὅπως τ' ἀληθὲς παντὶ θηρῶντες λόγῳ Θεῷ δικαίας προσφέροιτε τὰς κρίσεις· ᾧ γὰρ κρινεῖτε, καὶ κριθήσεσθε τρόπῳ.

9 Εἰς τοὺς ἐπιτηρητάσ

Τάξει τεθέντες ὀμμάτων τοῖς συγγόνοις ὁρᾶτε καὶ τηρεῖτε πάντας εὐσκόπως

ἐν ἡμέραις, ἐν νυξίν, ἐν μεσημβρίαις, μήπου πρόσωπα τῶν νέων εἶεν δύο, μήπου γίνωνται φατρίαι, συσκηνίαι, παρρησιῶν ὄλεθρος, ἔργα τοῦ σκότους, στρῆνοι, γέλωτες, ὕβρεως ἀταξίαι καὶ πᾶν πονηρὸν τοῦ Θεοῦ πόρρω φέρον· ταῦτ' ἐκλαλοῦντες πυκνὰ τοῖς πρωτοστάταις, ἀπροσπαθείᾳ, τῆς ἀληθείας λόγῳ, τύχοιτε θείας ἀτρεκῶς ἐποψίας τὴν ἀντάμειψιν τῶν καλῶν ἐσχηκότες.

10 Εἰς τὸν κανονάρχην

Ἀρχηγὸς ἑστὼς τῆς λύρας τῶν ᾀσμάτων ψάλτιγξ φάνηθι τῇ μελουργίᾳ ξένῃ·

σάλπιζε καιρῷ τὸ ξύλον, καθὼς δέοι, κίνει δέ σου τὴν γλῶσσαν ὡς πλῆκτρον φέρων, ἀεὶ πρεπόντως τὸν στοχὸν συνεισάγων ἀσύγχυτον, κάλληχον, ὀργάνου δίκην, τὸ τῆς ἀδελφότητος εὐρυθμῶν στόμα· τάσσοις ἅπαντα πᾶσιν ἀξιοχρέως, μὴ πρὸς χάριν, μὴ μῆνιν ἢ λύπης δόσιν, ἀλλ' ἐν δικαίῳ τῷ λόγῳ καὶ τῷ τρόπῳ· πάντες γάρ εἰσι τοῦ Θεοῦ καὶ σοῦ μέλη. Οὕτως φρονῶν γοῦν ἐκ Θεοῦ λήψῃ στέφος.

11 Εἰς τὸν ταξιάρχην