1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

18

119 Εἰς ∆ιονύσιον

Τάφος πέφηνα ∆ιονυσίου μάλα, ξένου μοναστοῦ, πυκτικοῦ, κατηκόου,

πολλοὺς δραμόντος ὀρθοδοξίας δρόμους καὶ μαρτύραθλον ἐξαποίσαντος τέλος.

120 Εἰς εἴσοδον μοναστηρίου Ἄννης ἀπαρχὴ τῷ Θεῷ καὶ ∆εσπότῃ ἡ τῇδε μάνδρα καὶ μονὴ σεβασμία

ἐπωνυμοῦσα τῆς πανάγνου Παρθένου καὶ παρθένους φέρουσα νυμφιοκλέως, ἀσκητικῶς ζῆν, ἐνθέως διαπρέπειν ὑπέρ τε λύτρον τῶν ὅλων ἁμαρτάδων αὐτῆς γε ταύτης καὶ Λέοντος συζύγου, μεθ' ὧν Ἰωάννου τε, φιλτάτου τέκνου.

121 Εἰς Θεόφιλον διάκονον

Πολλὴ πρόσεστιν ἡ σεβαστή σοι χάρις, ὅτι πρὸς ἡμῶν οὐδὲν ἐσχηκυῖά τι, εἰ

μὴ προσευχῶν τῶν ἁμαρτωλῶν γέρας, οὔπω πέπαυται προσφέρειν ἡμῖν δόσεις, ἅσπερ λαβόντες καὶ πάλιν φιλοφρόνως προσοίσομέν σοι τῷ φίλῳ τὰ τῶν φίλων.

122 Εἰς Πάμφιλον τὸν Τριμαλέθοντα

Ψυχοφθόρος θὴρ Πάμφιλος δειχθεὶς νέος ἐξωστρακίσθη τῆς μονῆς τοῦ

Προδρόμου.

123 Ἐπιστολὴ πρὸς γραμματικόν Τῇ τριστίχῳ σου χρυσομαργάρῳ φράσει σμαραγδότιμον ἀντεπεξάγω χρέος·

αὐτὸς δ' ἄδοις μοι μουσικοπρεπῶς πάλιν.

124 Ἐπίγραμμα εἰς τὸν ὅσιον πατέρα ἡμῶν Θεόδωρον [∆ῶρον ἀειζώοιο Θεοῦ, μεγάλοιο ἄνακτος, ἱμερόεν, περίπυστον ἐπ' εὐλαβέῃ

βιότοιο, οὔνομα Θεύδωρος, ποίμνης ἡγεύμενος ἧκεν· νωλεμέως νυχίῃσι λιτῇς ἰδὲ τάξεσιν ἄλλαις ὑμνοπόλων Θεότευκτον ἀγήνορα ὦρσεν ἀοιδὴν Στουδίου, ᾗ κλῄζουσιν ἀριπρεπέ' ὄλβιον οἶκον, ἱρὸν Ἰωάννοιο, Χριστοῦ Προδρόμοιο σοφοῖο, ὅν κεν ἐπ' ἐσθλοῖσι πλῆσεν πλείστῃς χαρίτεσσι, στερρῇς σωφροσύνῃσι καὶ ἁγνείης φαέεσσιν. Ἀλκιμόεντ', ἀπέλεθρα παρέσχετο ἤθεα πᾶσιν νυκτινόμων παθέων αἴσχους ἀπάνευθεν ἐόντα· ἀγλαΐης φαέων δὲ ἀνάπλεα, πάμπαν ἀγητὰ τοῖσι μυϊσκομένοισι διδάγματα Θειοκέλευστα. Ὀκριόεντ' ἀπόερσεν, ἀερσιπότητα δὲ εἷλεν λευγαλέου καμάτοιο, βαρυζυγέος δέ τε ἄχθους, ἴθματ' ἔχειν πτερόεντα πρὸς οὐρανὸν ἀστερόεντα, ὡς ἄρα Χριστὸς ἔλεξε, βροτῶν πολύολβος ἀρωγός, ἱστίον ὀξυπόρον, περιδέξιον ἅλματι λαμπρῷ. Τοῦδ' ἄπο ἄλλος ἔηκεν, Ἀνατόλιός τις ἀμύμων, ᾧ ἔνι ναιετάεσκεν ἀγαυὸν Θεῖον ἄημα, ἱκόμενος Λυδίηθε μετ' ἄλλους ἡγεμονῆας. Οὗτος ἀριφραδέως δέμας ἤραρε νῷ Θεολαμπεῖ μαστεύων Χριστοῖο φαάντατα ἴχνια φαιδρά, οἷα Θεοῖο λάτρις πράξει βιότητί τ' ἀρίστῃ, πᾶσιν ἐπ' εὐλαβέῃ διαπρύσιος οἷος ὁ πρῶτος· ἀτρεκείην κραδίῃφι σὺν ἁγνείῃ φορέεσκε τρισσοφαοῦς Θεότητος ἐὼν