1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

6

28 Εἰς ὑποστρέφοντα ἀδελφὸν ἀπὸ διακονίασ Παλινστροφήσας, τέκνον, ἐκ τῆς φροντίδος σύστρεψον εὐθὺς σαρκὶ καὶ νοῦν

σου πλάνον, εἰκαῖον οὐδὲν ἔνδον ἔξωθεν φέρων, ἀλλ' εἴ τι σεμνόν· καὶ τὸ τοῖς πρωτοστάταις. Λόγον γὰρ οὐ φῇς τῆς ματαιοκοσμίας· «Εἶδον, βέβρωκα· καὶ τὸ καὶ τὸ τυγχάνει», καὶ γοῦν ὁ τίς καὶ τίσδε φωνεῖ σοι τάδε. Ἀνατροπὴν γὰρ τοῖσδε κιρνῶν τῷ πέλας ἀρᾶς προφήτου χρηματίζεις ἀξίως.

29 Εἰς τὸ ξενοδοχεῖον

Προβᾶτε, δεῦτε, τῇ ξενιζούσῃ στέγῃ, ἄνδρες πορευταί, τοῖς πόνοις

κεκμηκότες, μετεκλάβοιτε τῶν ἐμῶν ξενισμάτων· ἄρτου ποθητοῦ, τοῦ τρέφοντος καρδίαν, ποτοῦ γλυκείου, τοῦ ῥέοντος ἀφθόνως, σκεπασμάτων τε τῶν ψύχους ἀλλοτρίων, ἅ μοι παρέσχε, τῷ Θεογνώστῳ, φίλοι, ἐκ τῶν πανόλβων δωρεῶν αὐτοῦ χάριν ὁ ∆εσπότης μου Χριστός, ὁ πλουτοβρύτης· ἐπευλογοῦντες αὐτὸν ὡς κοσμοτρόφον, κἀμοὶ προσευχὴν ἀντιποιοῦντες μόνον, ὅπως ἐκεῖθεν, τῷ φιλοξένῳ τρόπῳ, τοὺςἈβραὰμ τύχοιμι κόλπους εἰσδύναι.

30 Εἰς ἁγίας εἰκόνας

Ἥνπερ βλέπεις εἰκόνα, Χριστοῦ τυγχάνει· Χριστὸν δὲ καὐτὴν λέξον, ἀλλ'

ὁμωνύμως· κλήσει γάρ ἐστι ταυτότης, ἀλλ' οὐ φύσει· ἀμφοῖν δὲ προσκύνησις ἀσχίστως μία. Ὁ τοίνυν ταύτην προσκυνῶν Χριστὸν σέβει, μὴ προσκυνῶν γὰρ ἐχθρὸς αὐτοῦ καὶ πάνυ, ὡς τὴν ἀναγραφεῖσαν ἔνσαρκον θέαν τούτου μεμηνὼς μὴ σεβασθῆναι θέλων.

31 Ἄλλο

Εἰ σῶμα Χριστοῦ λαμβάνομεν ἐσθίειν, τούτου πίνοντες αἷμα τὸ ζωηφόρον,

πῶς οὐκ ἂν αὐτὸν δείξωμεν γεγραμμένον, οὗ καὶ τὸ σῶμα σχηματόγραπτον πέλει; Ὡς μὲν γὰρ ἁπλοῦς, οὐ περιγραφὴν ἔχει· Θεὸς γάρ ἐστι, παντὸς ἔξωθεν τόπου. Ὡς ἐνδυθεὶς δὲ τὴν καθ' ἡμᾶς οὐσίαν, ἄνθρωπός ἐστι, συνθέσει γεγραμμένος, ἔχων ἀφύρτως θάτερον κατ' οὐσίαν ὑποστάσει μιᾷ τε συντεθειμένος. Ὁ τὸν Λόγον τοιῶσδε δοξάζων μάλα πιστὸν πέφηνε θρέμμα τῆς ἐκκλησίας· ἄλλως φρονῶν γὰρ τοῦ Θεοῦ πόρρω θέει.

32 Ἄλλο

Ἐκ μορφοποιοῦ χειρὸς ὡραϊσμένην βλέποντες, ἄνδρες, ἐγγραφεῖσαν ἐνθάδε,

δρέψασθε καρπὸν ὠφελείας ἀξίως, τὸν νοῦν ἄραντες εἰς τὰς αὐτῶν αἰτίας· ἴσον λόγου γὰρ ἡ γραφὴ βοᾷ μέγα, ὡς·Ἡ τιμή μου δόξα τῆς αὐτοψίας, δι' ἣν παρήχθην εἰς ὑπόμνησιν μόνον, φρουροῦσα, φωτίζουσα τοὺς ἐμοὺς φίλους, τοὺς προσκυνεῖν δὲ μὴ θέλοντάς με σχέσει ἀλλοτριοῦσα τῆς ἄνω κληρουχίας.

33 Ἄλλο