1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

12

78 Εἰς τὸν ἅγιον Εὐθύμιον

Σὺ τὴν ἔρημον εἰργάσω Θεοῦ πόλιν· πυκνοῖς γὰρ αὐτὴν πλήθεσι

Χριστοφρόνων· βολαῖς ἀπαστράψας δὲ ταῖς τῶν θαυμάτων τὸν πάντα κόσμον φαιδρύνεις ὡς φωσφόρος.

79 Εἰς τὸν ἅγιον Σάβαν

Ἤρωσας ὄντως τὴν ἔρημον τοῖς πόνοις ὡραιότατα ποικίλων ἔργων βρίθων·

πλήσας δὲ ταύτην τῶν νοητῶν ἀστέρων ὡς ἥλιός τις ἐν μέσῳ τούτων θέεις.

80 Εἰς τὸν ἅγιον ∆αλμάτον Ἐξ ἡλίου τις αὐγάσας ἀστὴρ μέγας λάμπεις σὺν αὐτῷ παμφαεῖς εὐπραξίας·

ἔρεισμα † δ' ἂν φύναντες † ὀρθοδοξίας μανδραρχαΐζεις τῶν μοναστῶν πατρόθεν.

81 Εἰς τὸν ἅγιον Παχώμιον Τὸν Ἀβραάμ πως ἐκμιμούμενος, μάκαρ, πολλῶν πατὴρ γέγονας, ὧν χρυσοῦν

γένος· ἐξ ἀγγέλου δὲ μυσταγωγίας φέρων τῷ σῷ λεῷ τέθεικας, ὡς Μωσῆς, νόμους.

82 Εἰς τὸν ἅγιον Ἀρσένιον Τῶν δακρύων σου τὴν ψυχὴν ἄρδων χύσει καρποὺς ἀνεβλάστησας

ἀφθάρτους μάλα· εὐχαῖς δὲ λαμπραῖς προσλαλῶν Θεῷ σφόδρα τῶν ἡσυχαστῶν ἄγγελος πέλεις μέγας.

83 Εἰς τὸν ἅγιον Θεοδόσιον

Ὡς οὐρανὸν ὑψηλὸν ἐκτείνας βίον κατάστερος πέφηνας ἐν πλήθει τέκνων·

τὰς ἀστραπὰς δὲ πληθύνων τῶν θαυμάτων ἐσκόρπισας παντοῖα δαιμόνων νέφη.

84 Εἰς τὸν ὅσιον ∆ῖον Ταῖς λαμπρότησι τῶν θεαυγῶν σου τρόπων ἐκ τῆς ἑῴας φαιδρὸς ἀστὴρ

ἐκθέεις· καὶ φωτίσας ἄριστα τὴν Βυζαντίδα πρῶτος μοναστῶν ποιμνιαρχεῖς ἀξίως.

85 Εἰς τὸν ἅγιον Χριστοφόρον Οἰκεῖον αἷμα τῷ Θεῷ δοὺς ἀντέχει ὁ Χριστόμαρτυς, Χριστόφρων,

Χριστοφόρος, κρήνην χέουσαν θαυματουργίας ῥύσιν, ἥνπερ πίνοντες οἱ νοσοῦντες βηχίον καταψύχουσι τοῦ πάθους, δίψης δίκην, μάλισθ' ὅτ' ἂν φοιτῶσι πιστῶς ἐνθάδε. 86 Εἰς τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Πέτρου Ὧιπερ δέδωκας, Χριστέ, τὰς κλεῖς τῶν ἄνω, ἔδειμα τούτῳ τόνδε τὸν δόμον κάτω.