1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

11

μέγας διασκεδάζεις νύκτα τῆς μοχθηρίας· καὶ θαυματουργῶν τῶν προσευχῶν τῷ φάει ἀπεκδιώκεις δαιμόνων σμήνη, πάτερ. 69 Εἰς τὸν ἅγιον Ἐπιφάνιον Ἑωσφόρον σε πράξεως ἡ λαμπρότης ἔδειξεν ὕψει τῶν μεγίστων θαυμάτων, ἐξ ἧς τὰ ῥεῖθρα πλημμυρῶν τῶν δογμάτων πάντων θρίαμβος αἱρετιζόντων πέλεις.

70 Εἰς τὸν ἅγιον Ἰγνάτιον τὸν Θεοφόρον

Ἔχων ἔρωτα Χριστὸν ἐν σῇ καρδίᾳ ἀποστόλων σύσκηνος ὤφθης, τρισμάκαρ·

ἄθλοις δὲ θερμοῖς ἐκφλογίζων τὴν πλάνην ἐπιστολαῖς σου Παῦλος ἄλλός τις πέλεις.

71 Εἰς τὸν ἅγιον Ἀθανάσιον Τίς τοὺς ἀγῶνας τῶν πόνων τῶν σῶν φράσοι, ὦ πενταθλητά, τῶν

διδασκάλων κλέος; Ὑπὲρ Θεοῦ γὰρ ὡς γίγας δραμὼν μέγας στεφηφορῶν καθεῖλες ἐχθροὺς παγκάκους.

72 Εἰς τὸν Χρυσόστομον

Πηγὴν ἄληκτον παγχρύσων λόγων βλύσας ὅλην κατάρδεις τὴν ὑφήλιον,

μάκαρ· θύρας δ' ἀνοίγων τοῖς βροτοῖς σωτηρίας εἰς οὐρανοὺς τὸν κόσμον ἐκπέμπεις ὅλον.

73 Εἰς τὸν ἅγιον Κύριλλον

Θησαυρίσας τὰ θεῖα ποικιλοτρόπως ἐπλούτισας τὸν κόσμον ἐνθέοις λόγοις·

καὶ τὰς βεβήλους αἱρέσεις κατασπάσας κήρυξ πέφηνας ὀρθοδόξων δογμάτων.

74 Εἰς τὸν ἅγιον Γρηγόριον τὸν Νύσησ Βρύων ἄβυσσον παγγλύκων λόγων, μάκαρ, πᾶσαν νοητῶς ἐξετίναξας

πλάνην· καὶ χρηματίζων Μωϋσῆς ἄλλος μέγας ἄγεις ἄριστα τὸν λεὼν τοῦ Κυρίου.

75 Εἰς τὸν ἅγιον Θεόδωρον τὸν Σικεώτην

Θεοῦ σὺ δῶρον τοῖς βροτοῖς δοθεὶς μέγα ἅπαν καθεῖλες δαιμόνων στίφος, πάτερ· λάμψας γὰρ εὐθὺς ὡς ἑῷος φωσφόρος ἰσάγγελος πέφηνας ὕψει τοῦ βίου.

76 Εἰς τὸν ἅγιον Ἀντώνιον

Στύλος πυρὸς πέφηνας αἴγλῃ τοῦ βίου κόσμον ποδηγῶν εἰς τρίβον σωτηρίας·

τῶν δαιμόνων δὲ τὰς φάλαγγας πτερνίσας ἔρημον ᾤκεις, ὡς Ἐδέμ τις ἀγγέλων.

77 Εἰς τὸν ἅγιον Ἱλαρίωνα Τῇ λαμπρότητι τοῦ φαεινοῦ σου βίου ἑωσφόρος τὸ πρωῒ λάμπων σὺ πέλεις·

καὶ θαυμάτων ἀκτίσι κόσμον φαιδρύνων ζόφον διώκεις βλαπτικὸν τῶν δαιμόνων.