1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

14

κόπον λαιμοῦ τόνῳ, ᾠδὴν ἄπαυστον, πνεῦμα συντετριμμένον· οὕτως ἀνοίγων ἀγγελοπρεπεῖ θέᾳ ἀκτινολαμπεῖ τοὺς ὁρῶντας ἐνθέως· λέγων μὲν οὐδὲν τῶν ἀχρήστων εἰς γέλως, ἀλλ' ὅπέρ ἐστιν ὠφελεῖσθαι τὸν ξένον, καὶ ταῦτα φεύγων· μακρορημεῖν εἰς κόρον. Ἂν οὖν δύνῃ, πρὸς ταῦτα σωστικῶς τρέχεις, εἰ μὴ δέ, φεύγοις εἰς βίον ζώντων ἅμα, ἐν ᾧ πλειόνως τοὺς ἀγῶνας λαμπρύνεις.

95 Εἰς εὖ βιοῦντα

Σώφρων κράτιστος, ὃς Θεοῦ βιοῖ φόβῳ. Ψυχῆς κάθαρσις κρείσσων ἢ πλοῦτος

ῥέων. 96 Εἰς μοναχούς, δακτυλικὸς καὶ ἐλεγεῖοσ

[Χαίρετε ἄνδρες ἀριστέες, τοῦ Ἀχιλῆος ὕπερθεν· κτεῖναι μὲν Ἕκτορα οὗτος

κρατερὸν ξιφέρη, οἱ δέ, μοναζόντων θωρηξάμενοι πολιτείαν, χεῖρε λαβόντες ἄορ εὐπειθοῦς τῆς ὅσιας, σφάξατε τὸν Βελίαρ, σκότεος μεγαλαύχεα νοῦα· ἔνθεν ἀπήρκατε εἰς οὐρανὸν ἀθλοφόρως, δερματίδα προσαφέντες τἀνθάδε τὴν νεκρὰν μόνον.]

97 Ἐπίγραμμα εἰς ἑαυτόν Ψυχὴ ταπεινή,

δεῦρό μοι, δέξαι λόγον. Ὁ καιρὸς ὀξὺς ὡς δρομεὺς διατρέχων, ἐγγὺς τὸ

τέρμα, καὶ παρελθεῖν οὐκ ἔνι. Μὴ δὴ κάμοιμεν ταῖς ματαίαις φροντίσιν, ἀντλοῦντες ὄντως εἰς πίθον τετρημένον, ξαίνοντες εἰς πῦρ, ὡς γελοιωδῶς ἔχει· ἀλλ' εἴ τι θεῖον, εἴ τι σωστικὸν πέλει, ταῦτα σκοποῦντες καὶ διώκοντες πόθῳ, ὡς ἂν παρασταίημεν ἐν παρρησίᾳ τῷ τῶν ἁπάντων καὶ Κριτῇ καὶ ∆εσπότῃ, τὸ πῦρ φυγόντες τῆς Γεέννης, ὡς γράφει, καὶ προστρέχοντες τῷ παναρρήτῳ φάει.

98 Ἐπίγραμμα ἐν τῇ φυλακῇ τῆς Χαλκίτου

Ξένος Θεοῦ πέφηνεν, ὅστις οὐ ξένα ἔχει τὰ τῇδε πάντα τῶν ἄνω σχέσει· οὕτω

γὰρ ὀφθῇ δεσπότης πως τῶν κάτω. 99 Ἐν τῇ αὐτῇ φυλακῇ Ἔσχες με, κέλλα, τὸν ξένον, παρ' ἐλπίδα· εὗρον δ' ἐγώ σε φιλτάτην παροικίαν. Βυζαντὶς ἡ πόλις με βάλλει κἀνθάδε, λαθοῦσα ταύτη προσπαθείας ἐξάγει.

100 Ἐν τῇ αὐτῇ φρουρᾷ

Ἐμοὶ τὸ σῶμα φρουρὰ καὶ μόνον πέλει· τόπος δὲ πᾶς τις ἐξ ἴσου δεδωμένος·

πάμπαν Θεοῦ γάρ, οὗ πάροικος τυγχάνω.

101 Ἐν τῇ αὐτῇ εἱρκτῇ Ὥραν καθ' ὥραν τοῦ βίου τέλος σκόπει, καὶ μακρὰν ἐκ σοῦ τὴν ἀκηδίαν

βλέποις· τῶν δαιμόνων γὰρ τὸ λέγειν· Ἕως πότε; καὶ μὴ τὸ δόξαι τεθνάναι καθ' ἡμέραν.

102 Ἐπίγραμμα εἰς τὰς φάνασ