1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

3

πίνων μου τὸ αἷμα, αὐτὸς ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καὶ διὰ τὴν πολλὴν αὐτοῦ περὶ ἡμᾶς ἀγάπην τὸ οἰκεῖον αὐτοῦ αἷμα τίμημα κατέβαλεν ὑπὲρ ἡμῶν· τιμίῳ γὰρ αἵματι ἠγοράσθητε, Πέτρος ὁ ἀπόστολός φησιν. Ὁ τοίνυν τὸ αἷμα τοῦ Χριστοῦ ἀρνούμενος τὴν παρουσίαν αὐτοῦ ἐνύβρισε καὶ τὴν καταβληθεῖσαν ὑπὲρ αὐτοῦ τιμὴν ἠθέτη σε. Καὶ τί ἀπολογήσονται οἱ τὸ αἷμα τοῦ θεοῦ ἀρνησάμενοι καὶ τῆς ἐκκλησίας δραπετεύσαντες; Εἰ γάρ, ὡς προείπομεν, οἱ ἀπόστολοι καὶ μάρτυρες τοσαῦτα ἔπαθον ὑπὲρ τοῦ αἵματος τοῦ Χριστοῦ καὶ ἐν τῇ ὁμολογίᾳ ταύτῃ ἐτελειώθησαν, ποίας τιμωρίας εἰσὶν ἄξιοι οὗτοι οἱ ἄνευ πληγῶν, οἱ ἄνευ ξίφους, ἄνευ παντὸς κινδύνου ἀρνησάμενοι τὴν ὑπὲρ αὐτῶν καταβληθεῖσαν τιμήν; Μηδὲ γὰρ νομιζέτωσαν ἔχειν τι χριστιανοῦ τοῦτο ἀρνούμενοι, πάντα γὰρ τὰ μυστήρια τῶν χριστιανῶν τούτου ἤρτηται· κἂν ἐκκλησίας εἴπῃς, κἂν γραφάς, κἂν κατηχήσεις, κἂν βάπτισμα, κἂν θυσιαστήριον, κἂν αὐτὸ τὸ σῶμα, ἄνευ τοῦ αἵματος οὐδέν ἐστι· σῶμα γὰρ ἄνευ τοῦ αἵματος νεκρόν ἐστι, νεκρὸν δὲ εἰς θυσιαστήριον οὐδεὶς προσφέρει. Ἔστι γὰρ εὑρεῖν κἀν τῇ παλαιᾷ διαθήκῃ πανταχοῦ αἷμα προσφερόμενον καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζονται κατὰ τὸν νόμον. Πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων, λέγει ὁ ἀπόστολος· καὶ πάλιν· Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἣν ἀνεκαίνισεν ὁδὸν πρόσφατον καὶ ζῶσαν. Ἔδειξέ σοι πανταχοῦ τὴν ἰσχὺν τοῦ μυστη ρίου τῶν χριστιανῶν, ὅτι οὐκ ἔστιν οὐ τὴν ἁμαρτίαν φυγεῖν, οὐκ αὐτὸν τὸν διάβολον, οὐκ εἰς τὴν εἴσοδον τῶν ἁγίων εἰσελθεῖν, ἣν ἀνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, τοῦ γνωρισθῆναι ὑπὸ τοῦ βασιλέως μὴ ἐπιφερόμενον τὴν σφραγίδα. Εἰ γὰρ στρατιῶται ἐν πολέμοις ἀγωνιζόμενοι καὶ περὶ αὐτῆς σωτηρίας ἀγωνιῶντες τὸ σύμβολον φυλάσσουσι καὶ διὰ τοῦτο τὴν εὔνοιαν τὴν εἰς τὸν βασιλέα ἐνδείκνυνται τοῦτο λογιζόμενοι ὅτι ἐὰν τοῦτο ἀπολέσω σιν, οὐκέτι δυνήσονται τὸ πρόσωπον τοῦ βασιλέως θεάσασθαι, τί ποιήσουσιν αὐτοὶ οὐκ ἄψυχον σημεῖον ἀπολέσαντες, ἀλλ' αὐτοῦ τοῦ αἵματος τοῦ Χριστοῦ ἀποσυληθέντες; Ἀλλ' ἐάν τις ἀκριβῶς ἐξετάσῃ, παντὸς ἀνθρώπου πλανηθέν τος ἐλεεινότεροί εἰσι καὶ πολλῶν θρήνων ἄξιοι οἱ ἐν ταῖς αἱρέσεσι ταύταις πλανηθέντες. Τοσοῦτον γὰρ κατίσχυσεν αὐτῶν ὁ πονη ρὸς καὶ ἐσκότισε τὴν ἀσύνετον αὐτῶν καρδίαν, ὡς μὴ ἐπιγινώ σκειν αὐτοὺς ὃ πεπόνθασι. ∆έον γὰρ αὐτοὺς στένειν καὶ δακρύειν τοσούτων καὶ τηλικούτων ἀγαθῶν καὶ αὐτῆς τῆς ζωῆς στερηθέν τας. Τὸ ἐναντίον πεπόνθασι· δικαίους ἑαυτοὺς ὀνομάζουσι καὶ πάντων τῶν ἀνθρώπων ὑψηλοτέρους· τί δὲ λέγω τῶν ἀνθρώπων, καὶ αὐτοῦ τοῦ αἵματος τοῦ Χριστοῦ ἁγιωτέρους. Μόνον γὰρ ἂν δράξηταί τινος αὐτῶν ὁ διάβολος καὶ ἐκβάλῃ τῆς ἐκκλησίας, ἔστιν ἰδεῖν ἀπὸ τῆς ὥρας ἐκείνης τὸν τοιοῦτον ἀδικίαν εἰς τὸ ὕψος ἀφειδῶς λαλοῦντα, μηκέτι γνωρίζοντα μήτε τὸν βαπτίσαντα ἱερέα, μήτε τὴν πνευματικὴν μητέρα, τὴν ἐκκλησίαν, τὴν γεννή σασαν αὐτὸν καὶ ἀναθρεψαμένην, μήτε θυσιαστήριον ἐξ οὗ ἀπὸ παιδίου ἐτρέφετο καὶ ἐποτίζετο, μήτε αὐτὰ τὰ προσφερόμενα ἅγια. Ἀλλ' εὐθὺς πρώτη προκοπὴ καὶ μέγα κατόρθωμα αὐτοῖς νομίζεται ἡ ἄρνησις καὶ ἡ βλασφημία ἡ κατὰ τῶν μυστηρίων· ἄρχεται γὰρ λέγειν ὁ τοιοῦτος, μᾶλλον δὲ ὁ διάβολος ὁ ἐν αὐτῷ φθεγγόμενος· «Τί δέ ἐστιν ἐκκλησία; Τί δέ ἐστι βάπτισμα; Ἐκεῖνο δὲ αἷμα Χριστοῦ ἐστι; μὴ γένοιτο ἐκεῖνο εἰσελθεῖν εἰς τὸ στόμα μου «. Ἄθλιε! Εἰ πάσῃ φυλακῇ ἐτήρεις τὴν καρδίαν, εἰ ηὔχου ἐπιπόνως ἕως ἐσχάτης ἀναπνοῆς, παρέμενέ σοι τὸ φυλακτήριον. Εἰ μὴ ἔδωκας εἴσοδον τῷ διαβόλῳ εἰς τὴν καρδίαν σου, οὐκ ἂν ὑπ' αὐτοῦ ἐζωγρήθης εἰς τὸ ἐκείνου θέλημα. Εἰς ταύτην τὴν προκοπήν σε ἀνήγαγεν ἡ ἐγκράτεια καὶ ἡ ἀπόταξις, οὐδὲν ἄλλο τι ἐδίδαξεν ἢ τοῖς ἁγίοις μόνοις ἀποτάξασθαι. Τὸ αἷμα τοῦ Χριστοῦ ἀκάθαρτον καὶ σὺ καθαρός; Ἐγὼ περὶ ἄλλης ἀποταγῆς ἐνόμιζόν σε ἔχειν, περὶ ἧς εἶπεν ὁ κύριος ὅτι Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι