3
οὐ γὰρ σῶμά ἐστιν ἡ οὐσία. Ἀνόμ. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννη τος θεὸς, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾷν, ἀλλ' οὐ τὸ γεν νᾶσθαι. Ὀρθ. Κατὰ τὴν σὴν σοφίαν εἰ ὅλον ἐστὶ γεν νητικὸν τὸ φῶς, οὐκ οὐσιωδῶς τὸ ἀπαύγασμα γεννᾷ, ἀλλ' ἔξωθεν αὐτὸ προσλαμβάνει, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ' οὐ τὸ γεννᾶσθαι. εἰ δὲ οὐ προσλαμβάνει τὸ φῶς ἔξωθεν τὸ ἀπαύγασμα, ἀλλ' ἐκ τῆς οὐσίας αὐτὸ γεννᾷ, οὐδὲ ὁ θεὸς ἐπεκτήσατο ἔξωθεν υἱὸν, ἀλλ' ἐκ τῆς οὐσίας γεννήσας ἀμέριστος μένει, ἀσώματος γάρ. Ἀνόμ. Εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐ τοῦ τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν. Ὀρθ. Εἰ μετασχηματισάμενον τὸ φῶς μ28.1181 ἀπαύγασμα γίνεται, οὐκ ἀμετάβλητον τὸ φῶς τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ ἀπαυγάσματος εἰδοποίησιν. εἰ δὲ οὐ μεταβληθὲν τὸ φῶς ἀπαύγασμα γέ γονεν, ἀλλὰ καὶ τὸ φῶς μένει φῶς καὶ ἀπαυγάσμα τός ἐστιν αἴτιον, καὶ ὁ θεὸς μένει θεὸς καὶ ἀπαυ γάσματος ἰδίου ἐστὶ πατὴρ οὐκ ἔξωθεν αὐτὸ προσλαβὼν, ἀλλ' ἐκ τῆς οὐσίας γεννήσας. διὸ καὶ ἀληθῶς ἐστι πατήρ. Ἀνόμ. Εἰ δὲ εἴη καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὰ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμολογηθήσεται. Ὀρθ. Εἰ ᾔδεις ὅτι ἡ γένεσις οὐκ ἔστιν οὐσία, ἐγί νωσκες ἂν, ὅτι καὶ ὁ υἱὸς καὶ πᾶσα ἄλλη οὐσία γενέσεώς ἐστι κρείττων. εἰ γὰρ ἡ γένεσις οὐσία, πάντα τὰ γεννητὰ ὁμοούσια. εἰ δὲ οὐ πάντα τὰ γεννητὰ ὁμοούσια, οὐκ ἄρα ἡ γένεσις οὐσία. εἰ δὲ οὐκ ἔστιν ἡ γένεσις οὐσία, οὐδὲ κρείττων ἐστὶν οὐσίας. εἰ γὰρ κρείττων ἐστὶν οὐσίας ἡ γένεσις, ἔσται κατὰ τὴν σὴν σοφίαν καὶ τοῦ υἱοῦ κρείττων. εἰ δὲ τοῦτο ἄτοπον, δηλονότι ἡ οὐσία κρείττων ἐστὶ γενέσεως· οὐδὲν ἄρα μέγα ἐπὶ τοῦ πατρὸς ἐνόμισας, εἰ κρείττων ἐστὶ γενέσεως. πῶς δὲ καὶ εἰς ψιλὴν προσ ηγορίαν βαπτισθεὶς νομίζεις ἔχειν ἀσφαλὲς τὸ βά πτισμα; οὐχὶ δὲ καὶ αὐτὸ ἐν ψιλῇ προσηγορίᾳ κέκτησαι; εἰ γὰρ τὸ υἱὸς ψιλὴ προσηγορία καὶ τὸ πατὴρ, εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ βα πτισθεὶς εἰς ψιλὴν προσηγορίαν ἐβαπτίσθης. Ἀνόμ. Εἰ σπερματικῶς ἐν τῷ ἀγεννήτῳ τὸ γέννημα, μετὰ τὴν γένεσιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειός ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ' ἐξ ὧν προσέλαβε τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα ὡς ἐξ ἐκείνων ἑστῶτα τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν. Ὀρθ. Εἰ σπερματικῶς ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα, εἰπὲ καὶ σπερματικῶς τὸν υἱὸν ἐν τῷ πατρί. εἰ δὲ μωρὸν τὸ λέγειν σπερμα τικῶς ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα, καὶ ἀσεβὲς τὸ λέγειν σπερματικῶς ἐν τῷ πατρὶ τὸν υἱόν. τέλειος δέ ἐστιν ὁ υἱὸς οὐ προκοπῇ τελειούμενος, ἀλλ' ἐκ τελείου τέλειος γεγεννημένος. διὰ γὰρ τοῦτο οὐ μόνον εἴρηται ἀπαύ γασμα, ἀλλὰ καὶ χαρακτὴρ τῆς ὑποστάσεως, οὐχὶ δὲ τῆς ἐνεργείας. ὁ δὲ χαρακτὴρ τῆς ὑποστάσεως οὐκ ἐκ προκοπῆς τελειοῦται, ἀλλ' ἐν αὐτῷ τῷ εἶναι ἔχει τὸ τέλειον, ὡς ἄνθρωπος ἀνθρώπου χαρακτὴρ τῆς ὑπο στάσεως οὐκ ἐκ προκοπῆς, ἀλλ' ἐξ αὐτῆς τῆς ταυτότητος. Ἀνόμ. Εἰ τέλειον ἦν γέννημα ἐν ἀγεννήτῳ, ἐξ ὧν ἦν ἐν ἀγεννήτῳ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸς ἐγέννεσε γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὖσαν εἶναι οὐκ ἐνδέχεται, τὸ γὰρ αὐτὸ εἶναί τε ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασ μ28.1184 φημίας ὕβριν ἐπέχοντος. Ὀρθ. Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ ἐντειλάμενος βαπτίζεσθαι πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐκ ἂν ἐπεχείρεις παρακρού εσθαι τὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὄνομα ἐν ἐθελο θρησκείᾳ εἰκῇ, φυσιούμενος κατὰ τοῦ διδάξαντος τὴν καλὴν ὁμολογίαν. ἐπειδὴ δὲ οἰόμενος εἶναι σοφὸς τὸν πατέρα οὐ θέλεις εἶναι πατέρα, ἵνα μὴ δόξῃς παρὰ σεαυτῷ εἶναι φρόνιμος, παρ' ἡμῶν ἄκουε ὅτι τέλειος ἦν καὶ ἔστι καὶ ἔσται ὁ υἱὸς ἐν τῷ πατρί. "ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεὸν", κἂν μὴ θέλῃς,