3
εὐφραίνου καὶ κατ' τέρπου ἐξ ὅλης τῆς καρδίας σου· περιεῖλε Κύριος τὰ ἀδικήματα σου· λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεύσει Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι. 5.16 Καὶ πάλιν· Θάρσει Σιων, μὴ παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεὸς ἐν σοί, δυνατὸς σώσαι σε. 5.17 Καὶ Αγγαιος λέγει· Ἐγώ εἰμι μεθ' ὑμῶν, λέγει Κύριος, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐφ' ὑμᾶς. 5.18 Καὶ Ζαχαριας λέγει· Χαῖρε σφόδρα, θύγατερ Σιων, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. 5.19 Καὶ πάλιν· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ. 5.20 Καὶ πάλιν· Τάδε λέγει Κύριος παντοκράτωρ, ἐπιστρέψω ἐπὶ Σιων, καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ, καὶ κληθήσεται Ιερουσαλημ πόλις ἀληθινή. 5.21 Καὶ Μαλαχιας λέγει· Βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντο κράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἔσται ἐν τοῖς ἔθνεσι. Καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ, λέγει Κύριος ὁ Θεός, ὃν ὑμεῖς θέλετε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς ζητεῖτε· ἰδοὺ ἔρχεται, λέγει Κύριος. Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις αὐτόν· ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν τοῖς πτέρυξιν αὐτοῦ. 5.22 Ησαϊας λέγει· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκειναῖς ἐμφανὲς ἔσται τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρου τῶν ὀρέων· ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ιερουσαλημ. Αὐτὸς Κύριος εἰς χρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ. 5.23 Καὶ πάλιν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς μετὰ δόξης ἐπὶ τῆς γῆς. Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ιεσσαι, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. 5.24 Καὶ πάλιν· Βασιλέα μετὰ δόξης ὄψεσθε. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. 5.25 Καὶ πάλιν· Εἴπατε τῇ θυγατρὶ Σιων, ἰδοὺ ὁ σωτήρ σου παρα γίνεται ἔχων τὸν ἑαυτοῦ μισθόν. 5.26 Καὶ πάλιν· Γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν. 5.27 Καὶ πάλιν· Ἔσται ἡ ῥίζα τοῦ Ιεσσαι, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. 5.28 Καὶ πάλιν· Ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ ἐροῦσιν οὐκ ἔστι πλὴν σοῦ Θεός· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν. 5.29 Καὶ Ιερεμιας λέγει· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος. 5.30 Καὶ πάλιν· Μνήσθητί μου Κύριε καὶ ἐπίσκεψαί με· καὶ ἀθῴωσόν με ἐκ τῶν καταδιωκόντων με. 5.31 Καὶ πάλιν· Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, ἔρχονται, καὶ ἀναστήσω τῷ ∆αυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεύς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς· ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ιουδας καὶ Ισραηλ κατασκηνώσει πεποιθὼς ἐπ' αὐτόν· καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Ιωσεδεκ καὶ αὐτὸς ἐν τοῖς προφήταις. 5.32 Καὶ πάλιν· Γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοῖς Κύριος ἐν πίστει. 5.33 Καὶ πάλιν· Προσεύξασθε πρός με καὶ εἰσακούσομαι ὑμῶν, ἐκζητήσετε καὶ εὑρήσετέ με, ἐὰν ἐκζητήσετέ με ἐξ ὅλης καρδίας ὑμῶν, καὶ ἐπιφανοῦμαι ὑμῖν. 5.34 Καὶ πάλιν· Ἐρχόμενος Κύριος ἐπ' ὄρος δίκαιον τὸ ἅγιον αὐτοῦ. 5.35 Καὶ Ιεζεκϊηλ λέγει· Ἡ ὁμοίωσις τῶν προσώπων αὐτῶν τῶν τεσσάρων, πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος καὶ πρόσωπον μόσχου καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι. 5.36 Καὶ πάλιν· Μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου, καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον· καὶ μνησθήσῃ τὴν ὁδόν σου. 5.37 Καὶ πάλιν· Ἐξ ὄρους τοῦ ἁγίου μου, ἐπ' ὄρους ὑψηλοῦ, λέγει Κύριος, ἐκεῖ δουλεύσωσί μοι πᾶς οἶκος Ισραηλ εἰς τέλος. 5.38 Καὶ πάλιν· Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά, ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον. 5.39 Καὶ πάλιν· Γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ Θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανεῖναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι. 5.40 Καὶ Βαλααμ λέγει· Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος Ισραηλ, καὶ κυριεύσει ἐθνῶν πολλῶν. 5.41 Καὶ πάλιν· Ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ καὶ