1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με· ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. 43.t μγ ὅτι Ιουδας προδώσει- 43.1 ∆αυιδ ἐν τῷ μ ψαλμῷ λέγει· Οἱ ἐχθροί μου εἶπον κακά μοι· πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ' ἐμοῦ ἐλογίζοντο κακά μοι, λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ. 43.2 Καὶ πάλιν· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. 43.3 Καὶ πάλιν ἐν τῷ να ψαλμῷ λέγει· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον· ἠγάπησας κακίαν ὑπὲρ ἀγαθοσύνην. 43.4 Καὶ πάλιν ἐν τῷ λζ ψαλμῷ λέγει· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. 44.t μδ ὅτι ἐρεῖ ὁ Ιουδας· χαῖρε ῥαββί- 44.1 ∆αυιδ ἐν τῷ νδ ψαλμῷ λέγει· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. 44.2 Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ρη ψαλμῷ λέγει· Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. 45.t με ὅτι ἀργυρίου πραθήσεται- 45.1 Ζαχαριας λέγει· Ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν, δότε τὸν μισθόν μου τριάκοντα ἀργύρια. 45.2 Καὶ Ιερεμιας λέγει· Ἔδωκαν τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ισραηλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως. 46.t μ ὅτι δήσουσιν αὐτόν- 46.1 Ησαϊας λέγει· Οὐαὶ τῇ ψυχῇ ὑμῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες· ὅτι δήσωμεν ἄνδρα δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. 46.2 Καὶ Σολομων λέγει· Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος. 47.t μζ ὅτι κρίνουσιν αὐτόν- 47.1 ∆αυιδ ἐν τῷ ξη ψαλμῷ λέγει· Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. 47.2 Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ο ψαλμῷ λέγει· Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Καὶ τὰ ἑξῆς. 47.3 Καὶ Ησαϊας λέγει· Ἐπὶ τίνα ἀνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Ἀλλ' ἢ ἐπὶ τὸν πρᾷον καὶ ταπεινὸν καὶ ἡσύχιον. 47.4 Καὶ πάλιν· Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. οὐκ ἐγὼ παρῃτησάμην ἀλλ' αὐτοὶ παρῃτήσαντό με. διὰ τοῦτο ἐγκαταλέλιπα τὸν οἶκόν μου. 48.t μη ὅτι ῥαπίσουσιν αὐτὸν καὶ ἐξουθενήσουσιν- 48.1 Μιχαιας λέγει· Πατάξουσιν ἐπὶ σιαγόνα τὸν κριτὴν τοῦ Ισραηλ. 48.2 Καί· Βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προκυνήσουσιν αὐτόν. 48.3 Καὶ ἀλλαχοῦ λέγει· Ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. 49.t μθ ὅτι φεύξονται οἱ ἀπόστολοι- 49.1 ∆αυιδ ἐν τῷ λζ ψαλμῷ λέγει· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. 49.2 Καὶ πάλιν· Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ. 49.3 Καί· Ἐζήτησα συλλυπούμενον, καὶ οὐκ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐκ εὗρον. 50.t ν ὅτι ἀρνήσεται Πετρος- 50.1 Ησαϊας λέγει· Καὶ ἐφοβήθη ἀπὸ ἀνθρώπου θνητοῦ, οἳ ὡσεὶ χόρτος ἀποξηρανθήσονται· ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος. 51.t να ὅτι σταυρώσουσιν αὐτόν- 51.1 Ιερεμιας λέγει· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι. 51.2 Καὶ Ησαϊας λέγει· Ὡς πρόβατον ἐπὶ σφραγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. 51.3 Καὶ ἡ Σοφία λέγει· Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν. 51.4 Καὶ πάλιν· ∆εῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. 51.5 Καὶ ∆αυιδ λέγει· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. 52.t νβ ὅτι ἀκάνθαις στεφανώσουσιν αὐτόν- 52.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Ιερουσαλημ, ἐν τῷ