καὶ πρὸς τοσαύτην ἦλθον οἱ πλῶται βίαν ὡς μηδὲν εἶναι τῶν νεκρουμένων πλέον· νεκροὺς γὰρ αὐτοὺς ἐν βραχεῖ τεθαμμένους ἐσχημάτιζε τῆς ἀνάγκης ὁ τρόπος. ἀλλ' εὐθὺς ἐλπὶς καὶ παρ' ἐλπίδα φθάσας ἔλαμψας αὐτοῖς ἐν θαλάττῃ φωσφόρος, τὸ φῶς προδεικνὺς ἡλίου γλυκὺ πλέον· ὁ μὲν γὰρ οἶδεν ἐκπυροῦν τὰ σώματα, σὺ δὲ δροσίζεις εὐσεβῶς τὰς καρδίας. καὶ δὴ πρὸς αὐτὴν ἐκδραμὼν τὴν ὁλκάδα, κάμνων ἐφείλκου πάντας εἰς προθυμίαν ἐρυθριῶντας δεσπότου πονουμένου ἐν τῇ τοσαύτῃ τῶν καλῶν αὐτουργίᾳ. καὶ τῶν ταχυδρόμων γὰρ εὐθὺς ὁλκάδων τὸ πλῆθος εἰς ἓν εὐτόνως συνέτρεχε, καὶ πᾶς ἐν ὅπλοις ἐστρατευμένος τότε ῥίψας τὸ τόξον καὶ παρεὶς τὴν ἀσπίδα πρὸς τὰς ἐνύγρους συμπλοκὰς ὡπλίζετο. καὐτοὺς δὲ τοὺς τεμόντας εὐνοίας λόγῳ τῶν τεκνοποιῶν ὀργάνων τὰ σπέρματα εἰς ταὐτὸ συντρέχοντας ἦν ὁρᾶν τότε τμηθέντας οὐδὲν τὴν φύσιν τὴν ἄρρενα. οὕτως ἕκαστος συμμετασχεῖν ἐκ μέρους τῶν σῶν ἱδρώτων ἡδέως ἠπείγετο· ὅμως ἅπαντες σοὶ προσῆγον τὴν χάριν· ὑμῖν δὲ πᾶν τὸ πραχθὲν ἐσπουδάζετο, ὅπως ὁ πάντων μισθὸς εἰς τὴν αἰτίαν καὶ τὴν ἀφορμὴν συνδράμοι τοῦ πράγματος. οἱ μὲν γὰρ ὤθουν ἐκ θαλαττίων λίθων ῥιζωθὲν ὥσπερ ἐξ ἀνάγκης τὸ σκάφος, οἱ ναυτικοὶ δὲ τοῖς ἀποσχοίνοις τόνοις λαβόντες εἷλκον, ὡς ἐνῆν, τὴν ὁλκάδα, ἕως κατισχύσαντες εἵλκυσαν μόλις τὴν ναῦν πεσοῦσαν ἐν σαγήνῃ τῶν λίθων.
ὦ συμπαθὲς φρόνημα καὶ ψυχῆς τόνος καὶ φροντὶς ἀρκέσασα τοῖς ὅλοις μία· πάλιν μεριμνᾷς καὶ πάλιν κατὰ ζάλης μάχην συνάπτεις· οὐδὲ γὰρ θαλαττίας κίνδυνος ὁρμῆς, οὐδὲ τῆς γῆς ἡ ζάλη τῇ σῇ παρέσχεν ἐγκοπὴν προθυμίᾳ· ἀλλ' ὡς σοφός τις ἐν κυβερνήσει ζάλης χειμῶνος αὔρας ἠγριωμένας βλέπων τότε πλέον δείκνυσι τὴν εὐτεχνίαν, καὶ τῷ λογισμῷ τὰς τρικυμίας φθάσας τέμνει τὸ ῥεῦμα τῆς ζάλης ἀνατρέχων κενοῖ τε πυκνῶς τὴν βίαν τοῦ πνεύματος, οὕτω κρατήσας τοῦ βίου τοὺς αὐχένας, χειμῶνος ὄντος καὶ ταραχῆς <τῶν> πραγμάτων, φθάνων ἑκάστην συμφορῶν τρικυμίαν πῇ μὲν διατέμνεις, πῇ δὲ τὴν βίαν κενοῖς, πῇ δὲ πρὸς ὕψος εὐσεβῶς ἀνατρέχων γῆς καὶ θαλάττης τὸν σάλον κατέσβεσας. ἰδὼν δὲ ταῦτα καὶ στενάξας ὁ Φθόνος πολλὴν γὰρ ἔγνω ζημίαν πεπονθέναιβλέπων τοσούτους ἐν βραχεῖ σεσωσμένους, πλήττει τὸν ἄκρον τοῦ ποδός σου δάκτυλον, ἑαυτόν, ὡς ἔοικε, μορφώσας λίθῳ· θερμὴ δ' ἀνηκόντιζεν αἵματος χύσις βάπτουσα τὴν γῆν καὶ καλοῦσα μάρτυρα· ἐχρῆν γὰρ ὑμῖν εἰς ἀμείωτον χάριν τῆς εὐσεβείας προσμένειν τὰ στίγματα. ἀλλ' ὡς ἐκεῖνο τῆς ἀνάγκης τὸ σκάφος καὶ τῶν τοσούτων κυμάτων ἀφήρπασας, τὴν κοσμικὴν ἅπασαν οὕτως ὁλκάδα σώζοι δι' ὑμῶν μέχρι παντὸς ἐκ ζάλης ὁ πανταχοῦ σκέπων σε τοῦ Θεοῦ Λόγος. 2 ∆ημόσθενες, πρόελθε σὺν παρρησίᾳ· λόγοι κρατοῦσι· μὴ ταράττου νῦν φόβῳ· Φίλιππος οὐ πάρεστιν, ἀλλ' ὁ δεσπότης· κίνδυνος οὐδείς, καὶ σιωπὴν εἰ πάθοις, κοινῶς ἁπάντων καὶ καλῶς ἡττημένων. παλινδρομεῖν δὲ τῶν λόγων ἠπειγμένων πρὸς τοὺς ἀπ' ἀρχῆς αὖθις ἵπταμαι δρόμους. οὐ γὰρ παρέσχες ἐγκοπὴν ταῖς ὁλκάσιν ἕως διελθὼν τὴν ὁδὸν τῶν ῥευμάτων αὐταῖς ἐπέστης ταῖς καλουμέναις Πύλαις, ἐλθὼν ἀπροσδόκητος ἡμεροδρόμος. ἐντεῦθεν, ὥσπερ βλύσμα πηγαίου πόρου κινούμενον μὲν ἐκ φλεβῶν τῶν ἐν βάθει ὁμοῦ συνῆπται καὶ τὰ ῥεῖθρα συλλέγει, ἐν ταῖς νομαῖς δὲ ποικίλως μερίζεται, οὕτως ἀνοίξας τοῦ λογισμοῦ τὰς φλέβας τῇ ποικίλῃ σου καὶ σοφῇ διαιρέσει σαυτὸν μερίζεις ταῖς νομαῖς τῶν πραγμάτων. τίς γὰρ στρατηγός; <ὁ> βασιλεὺς πρὸ τῶν ὅλων. τίς ἐκδιδάξῃ ταξιαρχίας νόμους; πάντες πρὸς ὑμᾶς εὐθέτως ἀπέβλεπον. τίς τῶν δεόντων ἀσφαλὴς βουληφόρος; πάλιν πρὸς ὑμᾶς ἡ ῥοπὴ τῶν ὀμμάτων. ὡς εὖ κρατοῦσα σὺν Θεῷ μοναρχία· οὐ γὰρ πολυπρόσωπος ἦν ἀναρχία, ἀλλὰ κρατοῦσα σὺν Θεῷ μοναρχία, ἣ πάντα θάλπει καὶ διευθύνει λόγῳ καὶ τὰς ἀτάκτους ἐκτροπὰς ἀνατρέπει· οὕτω γὰρ οὐδὲν ὡς ἀταξίας νόσος ἕρπουσα δάκνει καὶ δαπανᾷ τὴν οὐσίαν καὶ τῶν ἐν αὐτῇ καιρίων καθάπτεται. ἀλλ' εἰ θελήσω τῶν λόγων τὰ ποικίλα καὶ τὰς διαφορὰς ἱστορεῖν τῶν φροντίδων, ὅσας προθύμως ἀνθ' ὅλων ὑφίστασο, διττῆς ἁμαρτὼν