De expeditione Persica

 γὰρ ἰὸν οὐκ ἔχεις· σὺ παντὸς ἄνθους ἐκλέγεις τὸ χρήσιμον εἰς πάντα καιρόν, οὐ γὰρ εἰς ἔαρ μόνον. σὺ κέντρον, ὡς μέλιττα, τοὺς νόμους ἔχεις, ἀλλ' οὐκ ἀ

 καὶ πρὸς τοσαύτην ἦλθον οἱ πλῶται βίαν ὡς μηδὲν εἶναι τῶν νεκρουμένων πλέον· νεκροὺς γὰρ αὐτοὺς ἐν βραχεῖ τεθαμμένους ἐσχημάτιζε τῆς ἀνάγκης ὁ τρόπος.

 ἐλπίδος κριθήσομαι ὡς μηδὲ ταῦτα τῷ λόγῳ περιγράφων μηδὲ προβαίνων καὶ λέγων τὰ καίρια. σὺ τὰς ὁδοὺς μὲν εἰργάσω στρατηγίας, τρίβους δὲ τὰς σὰς τακτικ

 ἀσφαλῶς τὰ τάγματα, ὤφθη τὰ τείχη τῶν ἐνόπλων κτισμάτων, καὶ συρραγέντων τῶν στρατευμάτων ὅλων ξίφος μὲν ἀσπὶς καὶ ξίφη τὰς ἀσπίδας ὤθουν βιαίοις παντ

 οὕτως ὁ νοῦς σου ποικίλως ὁπλίζεται καὶ τοῖς λογισμοῖς πολλάκις στρατεύεται, φειδοῖ δὲ μᾶλλον ἢ ξίφει κεχρημένος καὶ τοὺς ἀπίστους βαρβάρους ἐφέλκεται

 ἀνάγκης ἦν πόρος, ἀλλ' ἐξ ἀπορίας εἰς ταπείνωσιν τότε τὸν ὄγκον ἀντέστρεψε τῆς ἐπάρσεως. πῇ μὲν γὰρ αὐτὸν ἠρεθισμένη τότε γνώμη κατεῖχε, καὶ κατόπιν τ

 ὑμῶν οὐκ ἐδεσμάτων πόθον ἀλλ' εἰς τὸ σῴζειν εἶχε τὴν ἀπληστίαν. οὕτως ἐκείνων ἀσφαλῶς κατεφρόνεις ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας, ὅπως δι' αὐτῶν

 ἔπειθον αὐτὸν ὡς πάλιν τὰ Περσίδος ἐπικρατήσει τῆς μάχης στρατεύματα. ἀλλ' οὐδὲν αὐτὸν ὠφέλησαν ἐν μέσῳ τὰ λοξὰ ταῦτα τοῦ δόλου βουλεύματα. τῆς καρδία

 ἐν τῇ μεταξὺ τῶν στρατῶν διαστάσει, καὶ πᾶς τις ἡμῶν εὐκόλως ἀπέβλεπε πρὸς τὰς ἐπάλξεις τῶν φαράγγων τὰς νόθους, ἐν αἷς τὸ πλῆθος ἐκχυθέντων βαρβάρων

 δεθέντα τὸν δράκοντα Χοσρόην· εἰ μὴ λάβοι τις τῆς δίκης ὑπουργίαν ὡς εἴπερ ὑμῖν ἐκδοθῇ, τὰς ἀξίας λάθοι παρελθὼν ἐν βραχεῖ τιμωρίας. καί μοι λογισμῶν

 φύλαττε, Χριστέ, τοῦ βασιλέως <τοὺς> κλάδους ἐκ τῆς τοσαύτης τοῦ φθόνου κακουργίας, φρούρησον αὐτοὺς τῇ μετ' εἰρήνης σκέπῃ μνήμην ἔχοντας πατρικῶν διδ

γὰρ ἰὸν οὐκ ἔχεις· σὺ παντὸς ἄνθους ἐκλέγεις τὸ χρήσιμον εἰς πάντα καιρόν, οὐ γὰρ εἰς ἔαρ μόνον. σὺ κέντρον, ὡς μέλιττα, τοὺς νόμους ἔχεις, ἀλλ' οὐκ ἀναιρεῖς, οὐδὲ πλήττεις εἰς βάθος. εἴ που γὰρ εὕροις ἄξιον πληγῆς μέλος, τοὺς μὲν νόμους, ὡς κέντρον, ἁπλοῖς πρὸς φόβον, φείδῃ δὲ πάντως· καὶ τὸ κέντρον πολλάκις πλῆξαι προπηδᾷ καὶ πάλιν συστέλλεται, τὸ δραστικὸν δὲ συμπαθεῖ κρατούμενον ἔμεινεν ἀργόν· κἂν γὰρ ὀξεῖαν ῥοπὴν ἔχῃ, δι' ὑμῶν εὐσεβῶς ἀμβλύνεται, καὶ λοιπόν, ὥσπερ ἐκ φιλανθρώπου πάθους, στάζει τὸ κέντρον ἀντὶ πικρίας μέλι. ἀλλ' ἐν παρεκβάσει με τοῦ προκειμένου ἡ τῶν καλῶν σου τερπνότης ἀπήγαγεν· ὅθεν πρὸς αὐτὰς τοῦ λόγου τὰς αὔλακας πάλιν γεωργῶν εἰσάγω τὰ σπέρματα. ἡ νὺξ μὲν ἡ μέλαινα τῶν ἐναντίων εἰς πᾶσαν ἐξήπλωτο τὴν οἰκουμένην· κόρος γὰρ οὐκ ἦν Περσικῆς ἀπληστίας, ἀλλ' ἐξέτεινον τὰς ὀρέξεις εἰς φόνους. πλὴν εἰς ἀφεγγῆ καὶ τοσαύτην ἑσπέραν πρὸς ὕπνον αὐτὸς οὐδαμῶς μετετράπης· τῶν γὰρ δι' ἡμᾶς φροντίδων ἡ πυκνότης ἐκ σοῦ τὸν ὕπνον εἰκότως ἀπέστρεφε. πολλοὶ δὲ βουλὰς καὶ στρατηγίας νόμους αὐτοὶ καθ' αὑτοὺς ζωγραφοῦντες ἠρέμα ἔφασκον ὡς χρὴ τοῦ βασιλέως τὸ κράτος ἐν ταῖς ἀνάγκαις τῆς μάχης παρεστάναι· ἄλλοι δὲ τούτοις, ὥσπερ ἐκ τοὐναντίου, ἀντεστρατήγουν δυσμαχοῦντες ἐν λόγοις, ἐπισφαλὲς λέγοντες εἶναι τὸ κράτος πρὸς τὰς ἑτοίμους ἐμβαλεῖν περιστάσεις· τινὲς δὲ καὶ σύγκρασιν ἐξ ἀμφοῖν μίαν ἐν ταῖς ἑαυτῶν ἐκτυποῦντες καρδίαις σοφιστικῶς ἔφραζον, ὥστε καὶ μένειν καὶ ταῖς μερίμναις τοῖς ἀγῶσι συντρέχειν. ἀλλ' ἦν τὰ κοινὰ τῶν λόγων ἀναίτια· οὐ γὰρ πονηρὸν εἶχον αἱ γνῶμαι τρόπον. σὺ δέ, στρατηγέκαὶ γὰρ ἦσθα τῶν ὅλωνκαὶ ταῦτα μᾶλλον αὐτὸς ἠκριβωμένος, πᾶσιν δεδωκὼς τοῦ λαλεῖν ἐξουσίαν, Θεὸν δικαστὴν τῶν ἀδήλων εἰργάσω. ὅπου δὲ πίστις παρθένος προέρχεται, λευκὴν ἐκεῖθεν ἐλπίδα στολίζεται. ἑορτάσας δὲ τὴν μεγίστην ἡμέραν ἐν ᾗ τὸ κοινὸν ἐξανέστη τοῦ γένους εἰς ἔνθεόν τε καὶ νέαν ἀνάπλασιν, εὐθὺς μετ' αὐτὴν εἰκονίζων Μωσέα καταστρατηγεῖς <τοῦ> Φαραὼ τοῦ δευτέρου, εἰ δεύτερόν τις οὐχ ἁμαρτήσοι λέγων τὸν ὡς ἀληθῶς πρῶτον εἰς ἁμαρτίαν.

λαβὼν δὲ τὴν θείαν τε καὶ σεβάσμιον μορφὴν ἐκείνην τῆς γραφῆς τῆς ἀγράφου, ἣν χεῖρες οὐκ ἔγραψανἀλλ' ἐν εἰκόνι ὁ πάντα μορφῶν καὶ διαπλάττων Λόγος ἄνευ γραφῆς μόρφωσιν, ὡς ἄνευ σπορᾶς κύησιν αὐτός, ὡς ἐπίσταται, φέρει· ἐχρῆν γὰρ αὐτόν, ὡς τότε σπορᾶς δίχα, οὕτω τυποῦσθαι καὶ πάλιν γραφῆς ἄνευ, ὅπως δι' ἀμφοῖν τοῦ Λόγου μορφουμένου μένοι τὸ πιστὸν τῆς ἐνανθρωπήσεως, τῶν Φαντασιαστῶν ἐξελέγχον τὴν πλάνην, τούτῳ πεποιθὼς τῷ θεογράφῳ τύπῳ, θείαν ἀπαρχὴν τῶν ἀγώνων εἰργάσω. ἔδει γὰρ ὑμῶν τὸν συνήγορον Λόγον πάντως παρεῖναι τῆς δίκης κινουμένης. τῇ δευτέρᾳ δὲ τῆς ἑορτῆς ἡμέρᾳ σεαυτὸν εὐθὺς ἐμβαλὼν ταῖς ὁλκάσι τὸν ὑγρὸν ἐξέτεμνες εὐτόνως πόρον, καὶ δὴ παρέπλεις εὐθὺς Ἡραίας τόπους· οὕτω γὰρ αὐτὴν ὠνόμαζον ἐκ πλάνης τῆς πρὶν κρατούσης διαδοχὴν δεδεγμένοι, ἕως ἔτρεψας, εὐσεβῶς μεθαρμόσας, τὸ τῆς πλάνης ἄδοξον εἰς εὐδοξίαν. τρέμω δὲ τούτων μνημονεύσας τῶν τόπων σιγῇ παρελθεῖν ἣν ἐν αὐτοῖς εἰργάσω ἔναγχος εὐσέβειαν· ἔσται γὰρ τάχα καὶ τοῖς μεθ' ἡμᾶς ἡ σιωπὴ ζημία. ἀλλ' ἐν παρεκβάσει με τοῦ σκοποῦ πάλιν δραμεῖν θέλοντα τὸν βιωφελῆ δρόμον μή τις παρέργως τοῦ λόγου τὸν ἱππέα σπεύσοι κατασχεῖν ταῖς ἀφώνοις ἡνίαις. ἦν μὲν νότου πνεύσαντος εἰς τοὐναντίον παλινδρομοῦντα συντόνως τὰ ῥεύματα, καὶ νὺξ ἀφεγγὴς καὶ βράσαντα κύματα διπλῆν ἀνάγκην τῆς ζάλης εἰργάζετο. σὺ δέ, κράτιστε, τὴν ἄϋπνον ἑσπέραν εἰθισμένως ἔτεμνες, εἴπερ ἑσπέραν καλεῖν προσήκει τὴν δι' ὑμῶν ἡμέραν. φωνὴ δ' ἄπωθεν ὀξέων θρηνημάτων τὰς σὰς κατεβρόντησεν εὐσεβεῖς φρένας· ἐκ κυμάτων γὰρ δυστυχῶς ὠθουμένη ὁλκὰς προσεσκίρτησε πετραίῳ πάγῳ, πολλὴ δὲ παφλάζουσα ῥευμάτων βοὴ τὸν ἦχον ὑψώσασα ταῖς πέτραις ὅλον ἔξω τὸν ἀφρὸν ἀγρίως ἀνέπτυε, καὶ προσραγέντα τοῖς λίθοις τὰ κύματα ἐκ τῶν βιαίων ὥσπερ ἀντικρουσμάτων σπινθῆρας ἐξέπεμπον ὑγρᾶς οὐσίας·