De expeditione Persica

 γὰρ ἰὸν οὐκ ἔχεις· σὺ παντὸς ἄνθους ἐκλέγεις τὸ χρήσιμον εἰς πάντα καιρόν, οὐ γὰρ εἰς ἔαρ μόνον. σὺ κέντρον, ὡς μέλιττα, τοὺς νόμους ἔχεις, ἀλλ' οὐκ ἀ

 καὶ πρὸς τοσαύτην ἦλθον οἱ πλῶται βίαν ὡς μηδὲν εἶναι τῶν νεκρουμένων πλέον· νεκροὺς γὰρ αὐτοὺς ἐν βραχεῖ τεθαμμένους ἐσχημάτιζε τῆς ἀνάγκης ὁ τρόπος.

 ἐλπίδος κριθήσομαι ὡς μηδὲ ταῦτα τῷ λόγῳ περιγράφων μηδὲ προβαίνων καὶ λέγων τὰ καίρια. σὺ τὰς ὁδοὺς μὲν εἰργάσω στρατηγίας, τρίβους δὲ τὰς σὰς τακτικ

 ἀσφαλῶς τὰ τάγματα, ὤφθη τὰ τείχη τῶν ἐνόπλων κτισμάτων, καὶ συρραγέντων τῶν στρατευμάτων ὅλων ξίφος μὲν ἀσπὶς καὶ ξίφη τὰς ἀσπίδας ὤθουν βιαίοις παντ

 οὕτως ὁ νοῦς σου ποικίλως ὁπλίζεται καὶ τοῖς λογισμοῖς πολλάκις στρατεύεται, φειδοῖ δὲ μᾶλλον ἢ ξίφει κεχρημένος καὶ τοὺς ἀπίστους βαρβάρους ἐφέλκεται

 ἀνάγκης ἦν πόρος, ἀλλ' ἐξ ἀπορίας εἰς ταπείνωσιν τότε τὸν ὄγκον ἀντέστρεψε τῆς ἐπάρσεως. πῇ μὲν γὰρ αὐτὸν ἠρεθισμένη τότε γνώμη κατεῖχε, καὶ κατόπιν τ

 ὑμῶν οὐκ ἐδεσμάτων πόθον ἀλλ' εἰς τὸ σῴζειν εἶχε τὴν ἀπληστίαν. οὕτως ἐκείνων ἀσφαλῶς κατεφρόνεις ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας, ὅπως δι' αὐτῶν

 ἔπειθον αὐτὸν ὡς πάλιν τὰ Περσίδος ἐπικρατήσει τῆς μάχης στρατεύματα. ἀλλ' οὐδὲν αὐτὸν ὠφέλησαν ἐν μέσῳ τὰ λοξὰ ταῦτα τοῦ δόλου βουλεύματα. τῆς καρδία

 ἐν τῇ μεταξὺ τῶν στρατῶν διαστάσει, καὶ πᾶς τις ἡμῶν εὐκόλως ἀπέβλεπε πρὸς τὰς ἐπάλξεις τῶν φαράγγων τὰς νόθους, ἐν αἷς τὸ πλῆθος ἐκχυθέντων βαρβάρων

 δεθέντα τὸν δράκοντα Χοσρόην· εἰ μὴ λάβοι τις τῆς δίκης ὑπουργίαν ὡς εἴπερ ὑμῖν ἐκδοθῇ, τὰς ἀξίας λάθοι παρελθὼν ἐν βραχεῖ τιμωρίας. καί μοι λογισμῶν

 φύλαττε, Χριστέ, τοῦ βασιλέως <τοὺς> κλάδους ἐκ τῆς τοσαύτης τοῦ φθόνου κακουργίας, φρούρησον αὐτοὺς τῇ μετ' εἰρήνης σκέπῃ μνήμην ἔχοντας πατρικῶν διδ

ἐν τῇ μεταξὺ τῶν στρατῶν διαστάσει, καὶ πᾶς τις ἡμῶν εὐκόλως ἀπέβλεπε πρὸς τὰς ἐπάλξεις τῶν φαράγγων τὰς νόθους, ἐν αἷς τὸ πλῆθος ἐκχυθέντων βαρβάρων πυκνῶς ἐνεστρέφοντο μὴ κινούμενοι. ἀλλ' οἱ μὲν ἦσαν ἐν τοσαύτῃ φροντίδων ζάλῃ διαρρέοντες ὡς τὰ κύματα, ἃ ταῖς ἑαυτῶν ἐκδρομαῖς ὠθούμενα τὰ μὲν πρὸς ὕψος ἐκ βάθους ἀνέρχεται, τὰ δὲ προπίπτει καὶ πάλιν κοιλαίνεται· οὕτως ἐκείνων τῶν ἀτάκτων ταγμάτων ἐν τοῖς ἀνύδροις κυματουμένων λίθοις, τὰ μὲν πρὸς ὕψος ἐκ βάθους ἀνήρχετο, τὰ δὲ πρὸς αὐτὰ τῶν κάτω τὰ τέρματα πίπτοντα πυκνὰς συγχύσεις εἰργάζετο. οὕτως ἕκαστος ἀφρόνως ἐδυστύχει, ὁ δὲ προπίπτων ἦν ἐπίφθονος μόνον· πᾶς γὰρ παρ' αὐτοῖς εὐτυχὴς ἐκρίνετο ὃς πρὸς τὸ θνῄσκειν εὑρέθη τομώτερος. ἡμῖν δὲ πᾶσα καὶ γαλήνη καὶ χάρις, τέρψις δὲ μᾶλλον ἢ φόβος προσήρχετο· καὶ πᾶς πρὸς ὕψος τῷ Θεῷ τῶν κτισμάτων τὰς χεῖρας ἐξέτεινε σὺν τῇ καρδίᾳ καὶ τῷ στρατηγῷ συντόνως ἐπηύχετο. πάντες γὰρ οἱ πρὶν μηδὲ Περσικὴν κόνιν ἰδεῖν στέγοντες οὐδὲ τὰς σκηνὰς τότε καθεῖλον, ἀλλ' ἕκαστος ἣν εἶχε σκέπην οὕτως ἀφῆκεν ὥσπερ ἦν πεπηγμένη· τοὺς βαρβάρους δὲ πάντας ἐκλόνει φόβος, ἐντεῦθεν οὔτε φόρτον ἐκ κτήνους τότε καθεῖλεν οὐδείς, οὔτε μὴν τὴν γαστέρα τροφῆς ἀνεπλήρωσεν, οὔτε τις γόνυ κλίνας ἐλαφροὺς τοὺς πόνους εἰργάζετο, ἀλλ' εἰς παρεξόδους τε καὶ πλανωμένας τρίβους ἑαυτοὺς ἐμβαλόντες ἐν φόβῳ ἔκριναν εἶναι τὴν φυγὴν σωτηρίαν. οὕτω τὰ πολλὰ καὶ ξένα γνωρίσματα πρὸς τοὺς φθάσαντας ἀντιμετρήσας χρόνους θείαν ἀπηκρίβωσε τὴν στρατηγίαν. τίς γὰρ τὸ Περσῶν δυσμαχώτατον γένος ἤλπιζε δοῦναι νῶτα Ῥωμαίων ξίφει; τίς ἐν τοσαύταις συμφορῶν τρικυμίαις ἤλπιζεν εὑρεῖν καὶ γαλήνην ἐν μέσῳ; τίς ἐν τοσαύτῃ τῶν ἀναγκαίων σπάνει τροφῆς μετασχεῖν τὰς πόλεις ἐπείθετο, εἰ μὴ δι' ὑμῶν τοὺς ἀλάστορας πάλιν ἐκ τῆς καθ' ἡμᾶς γείτονος παροικίας μακρὰν ὁ πάντων ἤλασε Ζυγοστάτης; ἀλλ' ὡς τοσαύτῃ συγχύσει μεμιγμένοι ἀπεῖπον ἤδη τὴν μάχην οἱ βάρβαροι, σὺ μέν, κράτιστεκαὶ γὰρ ἤθελες μένειν τῶν σῶν λογισμῶν πρὸς πόνους πυρουμένων, πολλὰς ἀφορμὰς εὐλόγους ἀνεπλάσω θέλων συνεῖναι τῷ στρατῷ καὶ συντρέχειν· ἐπεὶ δὲ καὐτὰ τὰ πρὸς ἑσπέραν γένη ἄσπονδον εἶχεν ἐξ ἔθους ὑποψίαν, αὖθίς τε καινῶν φροντίδων κινουμένων τῆς σῆς ἔχρῃζεν ἡ Πόλις παρουσίας, ὁ δὲ στρατός σου τοῦτο πράττειν εἰς δέον ἐδεῖτο πολλὰ καὶ θέλων καὶ δακρύων καὶ τῇ Πόλει γὰρ συμπαθεῖν ἠπείγετο καὶ σοῦ στερεῖσθαι ζημίαν ὡρίζετο, πείθει τὸ λοιπόν· οὐ γὰρ οὕτως εὐκόλως λαβεῖν τι τερπνὸν ἄλλος εὐτρεπίζεται, ὡς θᾶττον αὐτὸς εὐτρεπίζῃ πρὸς πόνους. οἷος δὲ πιστὸς ἀρχιποίμενος τρόπος ἐκ τῶν πονηρῶν ἁρπάγων τε θηρίων κυκλωθὲν αὑτοῦ προσβλέπων τὸ ποίμνιον ἀμηχανεῖ μὲν πῇ τραπῇ πρὸς τὴν μάχην, ὅμως δὲ κάμνει πανταχοῦ διατρέχων, εἴ πως παρ' αὐτῶν ἁρπάσοι τὸ ποίμνιον, οὕτω τὸ πιστὸν τῆς λογικῆς ποίμνης γένος ἀμηχανεῖς μὲν προσβλέπων ἑκάστοτε ἐκ τῶν ἀπίστων θηρίων κυκλούμενον, ὅμως δὲ κάμνεις καὶ περιτρέχεις ἀεὶ ἐκεῖθεν ἔνθεν πανταχοῦ πονούμενος, βάλλων, διώκων, ἐκτρέχων, ὑποστρέφων, εἴ πως ἑαυτὸν ἀντίλυτρον εἰσάγων ἐλευθερώσεις αἱμάτων τὸ ποίμνιον.

ὅθεν τυπώσας πάντα σώφρονι τρόπῳ καὶ τῷ στρατηγῷ τὸν στρατὸν συναρμόσας καὶ τῷ Θεῷ δοὺς τὰς ἐπ' αὐτοῖς ἐλπίδας, πάλιν πρὸς αὐτὴν τὴν Πόλιν σου συντόνως τοσαῦτα πράξας καὶ κατορθώσας τρέχεις. οὐ γὰρ μονήρεις τοὺς ἀγῶνας τῆς μάχης, ψυχὴν δὲ τὴν σὴν συγκατώρθωσας πλέον· αὐτὸς γὰρ ἡμῖν ἐξαριθμῶν πολλάκις τοῦ σοῦ βίου τὸ μέτρον, ἐτράνους ὅτι «βιοὺς χρόνον τοσοῦτον ἐν ῥαθυμίᾳ ἔζησα ταύτας τῷ Θεῷ τὰς ἡμέρας». καὶ τοῦτο δῆλον· οὐδὲ γὰρ καλύμματι ψεύδους προσήκει τὴν ἀλήθειαν σκέπειν. νῦν γὰρ τὰ Περσῶν τῆς πλάνης μυστήρια γυμνὰ πρόεισιν· ἄρτι τῆς κεκρυμμένης ὕδρας παρ' αὐτοῖς ἡ πολυκέφαλος πλάνη ἕνα προτείνειν ἀξιοῖ τὸν αὐχένα, ὃν νῦν βλέποντες εἰς ἄγαν θαυμάζομεν Ἡρακλέος τυχόντα καὶ σεσωσμένον. οἶμαι δέ, καὐτὸν αἰχμάλωτον ἐν τάχει ὄψει