De expeditione Persica

 γὰρ ἰὸν οὐκ ἔχεις· σὺ παντὸς ἄνθους ἐκλέγεις τὸ χρήσιμον εἰς πάντα καιρόν, οὐ γὰρ εἰς ἔαρ μόνον. σὺ κέντρον, ὡς μέλιττα, τοὺς νόμους ἔχεις, ἀλλ' οὐκ ἀ

 καὶ πρὸς τοσαύτην ἦλθον οἱ πλῶται βίαν ὡς μηδὲν εἶναι τῶν νεκρουμένων πλέον· νεκροὺς γὰρ αὐτοὺς ἐν βραχεῖ τεθαμμένους ἐσχημάτιζε τῆς ἀνάγκης ὁ τρόπος.

 ἐλπίδος κριθήσομαι ὡς μηδὲ ταῦτα τῷ λόγῳ περιγράφων μηδὲ προβαίνων καὶ λέγων τὰ καίρια. σὺ τὰς ὁδοὺς μὲν εἰργάσω στρατηγίας, τρίβους δὲ τὰς σὰς τακτικ

 ἀσφαλῶς τὰ τάγματα, ὤφθη τὰ τείχη τῶν ἐνόπλων κτισμάτων, καὶ συρραγέντων τῶν στρατευμάτων ὅλων ξίφος μὲν ἀσπὶς καὶ ξίφη τὰς ἀσπίδας ὤθουν βιαίοις παντ

 οὕτως ὁ νοῦς σου ποικίλως ὁπλίζεται καὶ τοῖς λογισμοῖς πολλάκις στρατεύεται, φειδοῖ δὲ μᾶλλον ἢ ξίφει κεχρημένος καὶ τοὺς ἀπίστους βαρβάρους ἐφέλκεται

 ἀνάγκης ἦν πόρος, ἀλλ' ἐξ ἀπορίας εἰς ταπείνωσιν τότε τὸν ὄγκον ἀντέστρεψε τῆς ἐπάρσεως. πῇ μὲν γὰρ αὐτὸν ἠρεθισμένη τότε γνώμη κατεῖχε, καὶ κατόπιν τ

 ὑμῶν οὐκ ἐδεσμάτων πόθον ἀλλ' εἰς τὸ σῴζειν εἶχε τὴν ἀπληστίαν. οὕτως ἐκείνων ἀσφαλῶς κατεφρόνεις ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας, ὅπως δι' αὐτῶν

 ἔπειθον αὐτὸν ὡς πάλιν τὰ Περσίδος ἐπικρατήσει τῆς μάχης στρατεύματα. ἀλλ' οὐδὲν αὐτὸν ὠφέλησαν ἐν μέσῳ τὰ λοξὰ ταῦτα τοῦ δόλου βουλεύματα. τῆς καρδία

 ἐν τῇ μεταξὺ τῶν στρατῶν διαστάσει, καὶ πᾶς τις ἡμῶν εὐκόλως ἀπέβλεπε πρὸς τὰς ἐπάλξεις τῶν φαράγγων τὰς νόθους, ἐν αἷς τὸ πλῆθος ἐκχυθέντων βαρβάρων

 δεθέντα τὸν δράκοντα Χοσρόην· εἰ μὴ λάβοι τις τῆς δίκης ὑπουργίαν ὡς εἴπερ ὑμῖν ἐκδοθῇ, τὰς ἀξίας λάθοι παρελθὼν ἐν βραχεῖ τιμωρίας. καί μοι λογισμῶν

 φύλαττε, Χριστέ, τοῦ βασιλέως <τοὺς> κλάδους ἐκ τῆς τοσαύτης τοῦ φθόνου κακουργίας, φρούρησον αὐτοὺς τῇ μετ' εἰρήνης σκέπῃ μνήμην ἔχοντας πατρικῶν διδ

δεθέντα τὸν δράκοντα Χοσρόην· εἰ μὴ λάβοι τις τῆς δίκης ὑπουργίαν ὡς εἴπερ ὑμῖν ἐκδοθῇ, τὰς ἀξίας λάθοι παρελθὼν ἐν βραχεῖ τιμωρίας. καί μοι λογισμῶν πολλάκις κινουμένων αὐτὸς κατ' ἐμαυτὸν συλλαβὼν ἔφην τάδε· εἰ τὰς ἐν ἄστροις ὁ Πτολεμαῖος ἐκβάσεις καὶ πρὸς τὸ μέλλον εἶχεν ἠκριβωμένας, πῶς οὐ προεξήγγειλεν οἷον ἡ φύσις ἐπ' ἐσχάτων μέλλει σε φωσφόρον βλέπειν; ἀλλ' εἴπερ ἦν ἐκεῖνος εἰκότως ἄρα τῆς γῆς ὑπερβαίνοντα τοὺς ὅρους βλέπων, ὕμνει σὲ μᾶλλον τοῖς μεταρσίοις λόγοις· τῆς ἐκδρομῆς δέ, καὶ πλέον τῶν ἀστέρων, ἐν σοὶ τὰ πολλὰ προσβλέπων κινήματα, τὴν σὴν ἀεικίνητον ὕμνησε φρένα, ἄλλον νεουργηθέντα τοῖς κάτω πόλον τὸν νοῦν τὸν ἐν σοὶ τῷ ξένῳ μαθὼν λόγῳ. ταῦτα, στρατηγὲ τῶν σοφῶν βουλευμάτων, ἐν ταῖς ἀκάνθαις τῆς μάχης πεπλεγμένα εὑρὼν τὰ θεῖα τῶν πόνων τῶν σῶν ῥόδα, ἄνθη τε πολλὰ ψυχικῶν ἀρωμάτων τῶν σῶν λογισμῶν συναγαγὼν τὰ σπέρματα, σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου λειμῶνος ἄρτι τῆς ἀληθείας φέρω. ὅμως δὲ μικρῷ καὶ βραδυδρόμῳ σκάφει τὴν σὴν θάλατταν ἐκπερᾶν εἰθισμένος ἥμαρτον οὐδὲν μὴ διαπλεύσας ὅλην· ὅρος γὰρ εἰς ἄπειρον οὐχ ὁρίζεται. ἀλλ', ὦ Στρατηγὲ τῶν ἄνω καὶ τῶν κάτω τῷ γὰρ λόγῳ σου πᾶς ὑφίσταται λόγος καὶ πάντα τῷ σῷ συντρέχει θελήματι· σὺ τὴν ἄβυσσον ἀσφαλίζῃ τῷ κράτει, ποιεῖς δὲ τὴν γῆν ἐν μέσῳ μετάρσιον· τοὺς οὐρανοὺς δὲ πάντας ἁψῖδος δίκην τῷ σῷ κατειλεῖς, ὡς θέλεις, προστάγματι· σοὶ πᾶσα δούλη τῶν ὁρωμένων φύσις καὶ τῶν ὑπὲρ νοῦν πᾶσα σύνδουλος κτίσις, αὐτός, κράτιστε τῶν ὅλων παντοκράτορ καὶ τῶν καθ' ἡμᾶς πραγμάτων διαιρέτα καὶ γὰρ διαιρεῖς πᾶσιν, ὡς θέλεις, μόνος τὰς σὰς ἐνεργεῖς τῶν χαρισμάτων δόσεις, τὰς εἰς σὲ συμπλήρωσον ἡμῶν ἐλπίδας· ἐν σοὶ γὰρ οὐκ ἔνεστιν ἐλλιπὴς χάρις· ἴθυνον αὐτὸς τὸν σόν, ὡς ἐπίστασαι, ὑποστράτηγον πάντα πράττειν, ὡς θέλεις· ποίησον αὐτὸν πιστὸν ἀσπιδηφόρον τῶν εὐσεβῶν σου πανταχοῦ προσταγμάτων. σὺ δεῖξον αὐτὸν τοῖς ἐναντίοις φόβον, καὶ πᾶς τις ἀλλόφυλος εἰς αἷμα τρέχων τούτῳ προκάμψει σὺν τρόμῳ τὸν αὐχένα· ποίησον αὐτῷ τῶν φθασάντων πταισμάτων ἱδρῶτας, οὓς ἔσταξεν, εἰς καθάρσιον· λάβοι κατ' ἐχθρῶν διττὰ νικητήρια, στήσοι τρόπαια καὶ παθῶν καὶ βαρβάρων· πλήρωσον αὐτόν, ὡς ἐπίστασαι μόνος, τῆς εἰς σὲ θερμότητος, ὡς τὸν Ἠλίαν, ὃς ἐκπυρώσας πρὸς σὲ νοῦν καὶ καρδίαν πυρὶ πρὸς ὕψος εἰκότως ἡρπάζετο· καὶ δεῖξον αὐτὸν πᾶσι Μωσέα νέον ἐν τῇ κατ' ἐχθρῶν εὐσεβεῖ πανοπλίᾳ τὸν σταυρὸν ἐκτείνοντα τῶν χειρῶν πλέον, Μωσῆν ἐκεῖνον ὃς βάτον καὶ πῦρ βλέπων τὴν σὴν ἀπηκρίβωσεν ἐν βάτῳ φλόγα καὶ τὴν βάτον μένουσαν οὐ πεφλεγμένην· Μωσῆν ὃς ὤφθη σαρκὶ σοὶ μόνῳ μόνος καὶ σαρκικῇ σε προ<σ>βλέπει θεωρίᾳ τάχα προδεικνὺς καὶ Θεὸν σαρκούμενον· κἀντεῦθεν, οἶμαι, συλλαλεῖ σοι καὶ τότε, ᾧ συλλαλεῖν ἔμελλε καὶ σαρκουμένῳ. τοιοῦτον αὐτὸν καὶ τροπαιοῦχον μέγαν καὶ σὸν στρατηγόν, ὡς θέλεις, διάπλασον. συνευλόγησον τῷ σπορεῖ τὰ σπέρματα καὶ δὸς τὸ θεῖον τοῦδε τοῦ σπόρου γένος κρατεῖν τὰ Ῥώμης εἰς τέλος γεώργια. τύπωσον αὐτοῖς πατρικῶν μορφωμάτων τὰς εὐπροσώπους ὡς ἀληθῶς εἰκόνας, ὅπως ἔσοιντο πατρὸς εἰκονίσματα, κάτοπτρα πιστὰ πατρικῶν γνωρισμάτων, τὸν νοῦν τέλειοι, τοὺς τρόπους ἐλεύθεροι, πραεῖς τὸ πνεῦμα, συμπαθεῖς τὴν καρδίαν, ἡμῖν προσηνεῖς καὶ κατ' ἐχθρῶν ὀργίλοι, ἐχθρῶν σεβόντων τοὺς θεοὺς τοὺς προσφάτους, χεῖρας νέμοντες εὐσεβῶς ἡπλωμένας, ἐσταλμένας δὲ πρὸς τὸ λῆμμα τῆς πλάνης, πόδας πρὸς αἷμα μηδαμῶς κινουμένους, εἰς δ' αὖ τὸ σῴζειν πανταχοῦ ταχυδρόμους. φύλαξον αὐτῶν τὰς νοητὰς εἰσόδους καὶ δυσβάτους ποίησον αὐτὰς τῷ φθόνῳ, ὃς τῇ καθ' ἡμᾶς ἀντιπίπτων οὐσίᾳ εἴδους μέν ἐστι καὶ γένους ἀλλότριος, ὅλως δὲ μηδὲν εἰς ὑπόστασιν φέρων δάκνειν νομίζει τὴν ὅλων ὑπόστασιν, φίλους διαιρῶν καὶ μερίζων τὴν σχέσιν, ἔχθραις ἀδελφῶν τοὺς ἀδελφοὺς συμπλέκων καὶ τὴν ἀδελφὴν ἐκτρέφων ὑπόκρισιν. ὡς Σκύλλα καὶ Χάρυβδις ἠγριωμένη ἐν τῇ θαλάττῃ τοῦ βίου περιτρέχει, καὶ τοῖς ὀδοῦσιν οὐκ Ὀδυσσέως μόνον, πάσης δὲ σαρκὸς ἀγρίως καθάπτεται.