De expeditione Persica

 γὰρ ἰὸν οὐκ ἔχεις· σὺ παντὸς ἄνθους ἐκλέγεις τὸ χρήσιμον εἰς πάντα καιρόν, οὐ γὰρ εἰς ἔαρ μόνον. σὺ κέντρον, ὡς μέλιττα, τοὺς νόμους ἔχεις, ἀλλ' οὐκ ἀ

 καὶ πρὸς τοσαύτην ἦλθον οἱ πλῶται βίαν ὡς μηδὲν εἶναι τῶν νεκρουμένων πλέον· νεκροὺς γὰρ αὐτοὺς ἐν βραχεῖ τεθαμμένους ἐσχημάτιζε τῆς ἀνάγκης ὁ τρόπος.

 ἐλπίδος κριθήσομαι ὡς μηδὲ ταῦτα τῷ λόγῳ περιγράφων μηδὲ προβαίνων καὶ λέγων τὰ καίρια. σὺ τὰς ὁδοὺς μὲν εἰργάσω στρατηγίας, τρίβους δὲ τὰς σὰς τακτικ

 ἀσφαλῶς τὰ τάγματα, ὤφθη τὰ τείχη τῶν ἐνόπλων κτισμάτων, καὶ συρραγέντων τῶν στρατευμάτων ὅλων ξίφος μὲν ἀσπὶς καὶ ξίφη τὰς ἀσπίδας ὤθουν βιαίοις παντ

 οὕτως ὁ νοῦς σου ποικίλως ὁπλίζεται καὶ τοῖς λογισμοῖς πολλάκις στρατεύεται, φειδοῖ δὲ μᾶλλον ἢ ξίφει κεχρημένος καὶ τοὺς ἀπίστους βαρβάρους ἐφέλκεται

 ἀνάγκης ἦν πόρος, ἀλλ' ἐξ ἀπορίας εἰς ταπείνωσιν τότε τὸν ὄγκον ἀντέστρεψε τῆς ἐπάρσεως. πῇ μὲν γὰρ αὐτὸν ἠρεθισμένη τότε γνώμη κατεῖχε, καὶ κατόπιν τ

 ὑμῶν οὐκ ἐδεσμάτων πόθον ἀλλ' εἰς τὸ σῴζειν εἶχε τὴν ἀπληστίαν. οὕτως ἐκείνων ἀσφαλῶς κατεφρόνεις ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας, ὅπως δι' αὐτῶν

 ἔπειθον αὐτὸν ὡς πάλιν τὰ Περσίδος ἐπικρατήσει τῆς μάχης στρατεύματα. ἀλλ' οὐδὲν αὐτὸν ὠφέλησαν ἐν μέσῳ τὰ λοξὰ ταῦτα τοῦ δόλου βουλεύματα. τῆς καρδία

 ἐν τῇ μεταξὺ τῶν στρατῶν διαστάσει, καὶ πᾶς τις ἡμῶν εὐκόλως ἀπέβλεπε πρὸς τὰς ἐπάλξεις τῶν φαράγγων τὰς νόθους, ἐν αἷς τὸ πλῆθος ἐκχυθέντων βαρβάρων

 δεθέντα τὸν δράκοντα Χοσρόην· εἰ μὴ λάβοι τις τῆς δίκης ὑπουργίαν ὡς εἴπερ ὑμῖν ἐκδοθῇ, τὰς ἀξίας λάθοι παρελθὼν ἐν βραχεῖ τιμωρίας. καί μοι λογισμῶν

 φύλαττε, Χριστέ, τοῦ βασιλέως <τοὺς> κλάδους ἐκ τῆς τοσαύτης τοῦ φθόνου κακουργίας, φρούρησον αὐτοὺς τῇ μετ' εἰρήνης σκέπῃ μνήμην ἔχοντας πατρικῶν διδ

ἀνάγκης ἦν πόρος, ἀλλ' ἐξ ἀπορίας εἰς ταπείνωσιν τότε τὸν ὄγκον ἀντέστρεψε τῆς ἐπάρσεως. πῇ μὲν γὰρ αὐτὸν ἠρεθισμένη τότε γνώμη κατεῖχε, καὶ κατόπιν τοῦ σοῦ κράτους παλινδρομεῖν ἔπειθεν εἰς ἀνάρροπον, ἀλλ' εὐλαβεῖτο τοῦ σκοποῦ τἀναντία βλέπων ἀδήλους πανταχοῦ τὰς ἐκβάσεις· πῇ δ' ἐξ ἀνάγκης τὰς Κιλικίας εἰσόδους καὶ τὴν δυσάντη καὶ κατεστενωμένην κρημνοῖς τε καὶ φάραγξι τῆς ὁδοῦ θέσιν ἀνατρέχειν ὥρμησεν· ἀλλὰ κἀνθάδε ἀνατροπὴ κατεῖχε τὴν γνώμην πάλιν. τῆς Ἀρμενίας γὰρ αὐτὸν ἡ διέξοδος ἔδακνε, μήπως ἔνθεν εἰσβαλὼν φθάσῃς καὶ πᾶσαν ἄρδην συνταράξῃς Περσίδα. καὶ πολλὰ λυττῶν τοῖς νόθοις βουλεύμασι λογισμὸν εἶχεν οὐδαμοῦ βεβηκότα, ἀλλ' ὥσπερ εὐκύλιστος ἄστατος λίθος ἐπείγεται μὲν πρὸς κατάρροπον βάθος, εἰς δ' ἀντέρεισμα προσβαλὼν ἀνετράπη, οὕτως ὀλισθήσαντα τῶν βουλευμάτων τὰ πολλὰ τοῦδε τοῦ λίθου κυλίσματα ταῖς ἀστατούσαις ἐκφοραῖς ὠθούμενα γνώμαις ἀνετρέποντο ταῖς ἐναντίαις. ὅμως ὑπήχθη καὶ κατόπιν κυνὸς δίκην σειραῖς δεθέντος ἐξ ἀνάγκης εἵλκετο. εἰκῇ δὲ μοχθῶν καὶ μάτην πονούμενος διπλοῦς δρόμους ἤλαυνεν εἰς ὁδὸν μίαν. ἀλλ' ὡς ἑτοίμοις καὶ προησφαλισμέναις ταῖς τακτικαῖς σου προσβαλὼν εὐτεχνίαις ἄνευρον αὑτῷ τὴν μάχην ἠπίστατο, κλοπὴν μεριμνᾷ καὶ παρεσκευάζετο λαβεῖν συνεργὸν τοῦ σκοποῦ τὴν εὐφρόνην· πρὸς γὰρ ἐπελεύσεις λοιπὸν εὐτρεπίζετο ζητῶν ἀφεγγῆ καιρὸν εἰς τὰ κλέμματα. ἐπεὶ δὲ τὸν φωστῆρα τὸν μεθ' ἡμέραν τὴν νύκτα παμφαίνοντα παμφαῆ βλέπων ἔλεγχον εἶχε τῆς κλοπῆς τὴν λαμπάδα, καὶ τὴν σελήνην λοιπὸν ὡς ἐναντίαν τὴν πρὶν σεβαστὴν εἶχε δυσσεβουμένην· καί που καθ' αὑτὸν δυσφορῶν ἐπηύξατο ὁ βάρβαρος νοῦς μὴ πρὸς αὔξησιν τρέχειν λήγειν δὲ μᾶλλον τὴν θεὸν τῆς Περσίδος. 3 Ἔκλειψιν ἔσχεν ἡ θεὸς τῆς Περσίδος, ἔκλειψιν ἔσχε καὶ λόγῳ καὶ πράγματι. οἶμαι δέ, χαίρει Περσικῆς βλάβης χάριν φθίνουσα καὶ λήγουσα καὶ μειουμένη· ἀεὶ γὰρ αὐτοῖς μᾶλλον ἐκλείπειν θέλει ἤπερ προλάμπειν δυσσεβῶς τιμωμένη. ἡμᾶς δὲ λαμπὰς ἡλίου τοῦ δεσπότου θάλπουσα καὶ νῦν ἐξανάπτει τοὺς λόγους, καὶ Φοῖβος ἡμῖν εὐσεβὴς προέρχεται πάντας καθαίρων ἐκ καθαρσίου λόγου· τοῦ Λοξίου δὲ τοὺς ὅρους βδελύττεται τὰ στρεβλὰ φεύγων τῆς πλάνης αἰνίγματα. ἤδη δὲ πολλῶν ἐν μέσῳ κινουμένων τρεῖς πεντάριθμοι λοιπὸν ἦσαν ἡμέραι ἐν αἷς ἀπαύστως εἰς ἀγῶνας ἐκτρέχων πρὸς τὰς παρατάξεις τὸν στρατὸν συνεκρότεις. ὁ βάρβαρος δὲ καὶ γένει καὶ τῷ τρόπῳ οὐκ εἶχε τοῦ νοῦ παντελῶς τὰς ἡνίας· καὶ πολλάκις γὰρ τὴν μάχην ὑπέσχετο καὶ πρὸς τοσαύτην ἦλθεν αἰσχύνην, ὅτι καθ' ἡμέραν σοι προσβαλὼν ἀνετράπη, ἄτολμα τολμῶν καὶ τρέχων ὑπόστροφα. ὄρη μὲν οὖν κατεῖχεν ὡς αἱ δορκάδες, ᾤκει τε πέτρας ὥσπερ οἱ πτῶκες φόβῳ.

οὐκ ἄσκοπον δὲ χρῆμα τῆς πονηρίας, καὶ τοῦτο πράττων εὐθέως ἡλίσκετο· εἰς δυσβάτους γὰρ προσκατέτρεχεν τόπους, ὅπως ἀφορμὴν εἰς ὑπέρθεσιν λάβοι τῆς σῆς ἑτοίμων τῶν στρατευμάτων μάχης. αὐτὸς δὲ πρὸς γῆν εὐθέτως ἡπλωμένην τὸν σὸν στρατὸν προσῆγες ηὐτρεπισμένον, καί που σκοπήσας ἐξ ὄρους ὁ βάρβαρος τὴν καλλίτεχνον καὶ σοφὴν στρατηγίαν, καὶ τὴν τοσαύτην ἐκπλαγεὶς εὐταξίαν ἔπηξεν αὐτοῦ σὺν φόβῳ τὰ τάγματα καὶ τοῖς λίθοις ἔμεινε συλλιθούμενος. οὐκ ἔστι ταῦτα πρὸς χάριν κεχρωσμένα· ἁπλοῖ δὲ πάντως τῆς ἀληθείας λόγοι, οὓς εἰ σιωπήσαιμεν, αἱ πέτραι τάχα φωνὰς ἀπορρήξουσι τῶν πεπραγμένων. ἐπεὶ δὲ πολλὴν ἐξ ἔθους ὑπέρθεσιν τοῦ βαρβάρου παρεῖχεν ἡ δειλανδρία δειλὸς γὰρ ὢν κἄτολμος, ἀνδρεῖος μόνον ἐν τῇ δοκήσει τῆς μάχης ἐφαίνετο· τὰς <δὲ> παρατάξεις εἶχε μὴ κινουμένας· οὕτω γὰρ ἦσαν ἱστορημέναι μόνον ὡς ζωγραφοῦσιν οἱ γραφεῖς τὰς εἰκόνας, κἀνταῦθα τολμᾷς τῆς Ἀλεξάνδρου πλέον, κράτιστε, γνώμης, ἀλλὰ κινδύνου δίχα. οὐχ ὥσπερ εἰς κίνδυνον οὐ θέλων τρέχειν ἀλλὰ σφαλῆναι μὴ θέλων ἀβουλίᾳ· εὐβουλίαις γὰρ ὁ στρατηγὸς ἀσφαλής, ἀλλ' οὐχὶ τόλμαις ἐστὶν ἀσφαλέστερος. καὶ δὴ μεταξὺ τῶν στρατευμάτων τότε σκηνὴν ἔπηξας, εὐχερεῖς πρὸς τὴν μάχην διδοὺς ἀφορμάς· καὶ τὸ δεῖπνον ἐν μέσῳ ἕτοιμον ἦν σοι σχηματισμῷ καὶ μόνῳ· ὁ νοῦς γὰρ