De expeditione Persica

 γὰρ ἰὸν οὐκ ἔχεις· σὺ παντὸς ἄνθους ἐκλέγεις τὸ χρήσιμον εἰς πάντα καιρόν, οὐ γὰρ εἰς ἔαρ μόνον. σὺ κέντρον, ὡς μέλιττα, τοὺς νόμους ἔχεις, ἀλλ' οὐκ ἀ

 καὶ πρὸς τοσαύτην ἦλθον οἱ πλῶται βίαν ὡς μηδὲν εἶναι τῶν νεκρουμένων πλέον· νεκροὺς γὰρ αὐτοὺς ἐν βραχεῖ τεθαμμένους ἐσχημάτιζε τῆς ἀνάγκης ὁ τρόπος.

 ἐλπίδος κριθήσομαι ὡς μηδὲ ταῦτα τῷ λόγῳ περιγράφων μηδὲ προβαίνων καὶ λέγων τὰ καίρια. σὺ τὰς ὁδοὺς μὲν εἰργάσω στρατηγίας, τρίβους δὲ τὰς σὰς τακτικ

 ἀσφαλῶς τὰ τάγματα, ὤφθη τὰ τείχη τῶν ἐνόπλων κτισμάτων, καὶ συρραγέντων τῶν στρατευμάτων ὅλων ξίφος μὲν ἀσπὶς καὶ ξίφη τὰς ἀσπίδας ὤθουν βιαίοις παντ

 οὕτως ὁ νοῦς σου ποικίλως ὁπλίζεται καὶ τοῖς λογισμοῖς πολλάκις στρατεύεται, φειδοῖ δὲ μᾶλλον ἢ ξίφει κεχρημένος καὶ τοὺς ἀπίστους βαρβάρους ἐφέλκεται

 ἀνάγκης ἦν πόρος, ἀλλ' ἐξ ἀπορίας εἰς ταπείνωσιν τότε τὸν ὄγκον ἀντέστρεψε τῆς ἐπάρσεως. πῇ μὲν γὰρ αὐτὸν ἠρεθισμένη τότε γνώμη κατεῖχε, καὶ κατόπιν τ

 ὑμῶν οὐκ ἐδεσμάτων πόθον ἀλλ' εἰς τὸ σῴζειν εἶχε τὴν ἀπληστίαν. οὕτως ἐκείνων ἀσφαλῶς κατεφρόνεις ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας, ὅπως δι' αὐτῶν

 ἔπειθον αὐτὸν ὡς πάλιν τὰ Περσίδος ἐπικρατήσει τῆς μάχης στρατεύματα. ἀλλ' οὐδὲν αὐτὸν ὠφέλησαν ἐν μέσῳ τὰ λοξὰ ταῦτα τοῦ δόλου βουλεύματα. τῆς καρδία

 ἐν τῇ μεταξὺ τῶν στρατῶν διαστάσει, καὶ πᾶς τις ἡμῶν εὐκόλως ἀπέβλεπε πρὸς τὰς ἐπάλξεις τῶν φαράγγων τὰς νόθους, ἐν αἷς τὸ πλῆθος ἐκχυθέντων βαρβάρων

 δεθέντα τὸν δράκοντα Χοσρόην· εἰ μὴ λάβοι τις τῆς δίκης ὑπουργίαν ὡς εἴπερ ὑμῖν ἐκδοθῇ, τὰς ἀξίας λάθοι παρελθὼν ἐν βραχεῖ τιμωρίας. καί μοι λογισμῶν

 φύλαττε, Χριστέ, τοῦ βασιλέως <τοὺς> κλάδους ἐκ τῆς τοσαύτης τοῦ φθόνου κακουργίας, φρούρησον αὐτοὺς τῇ μετ' εἰρήνης σκέπῃ μνήμην ἔχοντας πατρικῶν διδ

ἔπειθον αὐτὸν ὡς πάλιν τὰ Περσίδος ἐπικρατήσει τῆς μάχης στρατεύματα. ἀλλ' οὐδὲν αὐτὸν ὠφέλησαν ἐν μέσῳ τὰ λοξὰ ταῦτα τοῦ δόλου βουλεύματα. τῆς καρδίας γὰρ ἀστάτως κινουμένης συναστατούσας εἶχε καὶ τὰς ἐλπίδας· ἐναντίας δὲ πανταχοῦ τὰς ἐκβάσεις, καὶ τοῖς λογισμοῖς εἶχε συμπλανωμένας. τὴν γὰρ κρατοῦσαν συμφορὰν τῶν βαρβάρων καὶ τὴν ἐν αὐτοῖς ἐκπλαγεὶς ἀτολμίαν βλέπων τε πικρὰς ἐλπίδας παρ' ἐλπίδα, πάλιν πρὸς ἡμᾶς ἀντανήρχετο δρόμῳ, καὶ μὴ φυλάξας τὸν λόγον, τὸν σὸν λόγον ἕτοιμον εὑρών, ὀξέως ἐσῴζετο· οὕτως ἅπαντας καὶ τρέχοντας προσδέχῃ καὶ μὴ τρέχοντας εἰς τὸ σῴζειν ἐκδέχῃ. ἐκεῖνος ἡμῖν πᾶσαν ἠκριβωμένως τῶν βαρβάρων ἐξεῖπε τὴν ἀτολμίαν, καί που σὺν αὐτοῖς τοῖς λόγοις ἐπηύξατο οὕτω διὰ τέλους τοὺς ἐναντίους βλέπειν ὥς εἰσιν ἄρτι πάντες ἐπτοημένοι. ὁ βάρβαρος δὲ πανταχοῦ κλονούμενος δεινόν τι τολμᾶν ἐκ βίας βουλεύεται· οἶδεν γὰρ ὡς τὰ πολλὰ καὶ περίστασις τὰ δεινὰ τίκτειν ἐκ δέους βουλεύματα. καὶ δὴ κατ' αὐτὸν τῆς ἀνάγκης τὸν χρόνον, ὥραν φυλάξας, ὡς ἔδοξεν, εὔθετον, ὅτε προκύψας ἐκ βάθους ἑωσφόρος πρόεισι λαμπρὸς ἄγγελος τῆς ἡμέρας, εἰς τρεῖς μὲν ἱστᾷ τὸν στρατὸν διαιρέσεις ἀντιπρόσωπα τῷ δοκεῖν τὰ τάγματα ταῖς σαῖς φάλαγξι σὺν δόλῳ ποιούμενος, τὴν ἐκλογὴν δὲ τοῦ στρατοῦ συναρμόσας ἔκρυψεν αὐτοὺς τῶν φαράγγων ἐν μέσῳ, ὅπως ἐκείνων ἐκραγέντων ἐκ βάθους ἀπροσδοκήτως καὶ παρ' ἐλπίδας φόβῳ μέρος τι τῶν σῶν συνταράξῃ ταγμάτων. τῶν γὰρ φθασάντων τῆς ἀτολμίας χρόνων εἰθισμένη τις ἐλπὶς αὐτὸν ἠπάτα, ὡς εἴπερ ἕν τι σοῦ στρατοῦ λυθῇ μέρος, τροπῆς ὄλισθος εἰς τὸ πᾶν διαδράμοι. ἀλλ' οὐκ ἀνευτρέπιστος ἀνθωπλίζετο τῆς σῆς ἑτοιμότητος ἡ στρατηγία. πρὶν ἢ γὰρ ἡ νὺξ τὴν μέσην τομὴν λάβοι, πάντας μὲν αὐτοῦ τοὺς κεκρυμμένους δόλους ταῖς σαῖς μερίμναις ἐξ ἔθους ἠπίστασο, τάξας δὲ θείως τὸν στρατὸν καὶ ῥυθμίσας πρὸς τὴν μάχην ἐξῆγες αὐτός, ἡνίκα τὸ φῶς ἀνίσχων τοὺς ἐναντίους πάλιν ὁ σεπτὸς αὐτοῖς ἐσκότιζεν ἥλιος. καὶ δὴ προπέμπεις εὐαρίθμητον μέρος τοῦ σοῦ στρατοῦ, κράτιστε, τούτους ὁπλίσας οὐ τοῖς ὅπλοις τοσοῦτον ὡς εὐβουλίαις. ἐπεὶ γὰρ ἐξήλαυνον ὥσπερ εἰς μάχην, τὸν πλαστὸν αὖθις σχηματίζονται φόβον ἐψευσμένως φεύγοντες. οἱ δὲ βάρβαροι, τῆς ἐκλογῆς ἐκεῖνο τὸ στερρὸν νέφος, ἐκ τῶν ἀδήλων ἐκπεσόντες αὐλάκων ἤλαυνον αὐτοὺς τῷ δοκεῖν πεφευγότας. αὐτὸς δὲ τούτοις ἀντεπεξάγεις τάχος τοὺς σοὺς ἀρίστους, καὶ παρ' ἐλπίδας τότε ἀπροσδοκήτῳ προσραγέντες συντάσει τὰ νῶτα τοῖς σοῖς οἰκέταις ἀπέστρεφον.

ὦ νοῦς διαρκὴς καὶ τομωτάτη φύσις καὶ πῦρ λογισμῶν ἐν βάθει διατρέχον· ὅμως τὸ πῦρ μὲν καὶ μελαίνει καὶ φλέγει, ὁ σὸς δὲ νοῦς, κράτιστε, λευκαίνει τὸ πᾶν θάλπει τε πάντας τῇ πυρώσει μὴ φλέγων. ὁ βάρβαρος δὲ τὸν κεκρυμμένον δόλον εὑρὼν ἑαυτῷ βόθρον ἐκ τοὐναντίου, ὅλους προπηδᾶν τοῖς τραπεῖσι συμμάχους ἐκ τῶν ἑαυτοῦ ταγμάτων ἐπέτρεπεν· ἐπεὶ δὲ καὐτοὺς εἶδεν ἐπτοημένους καὶ συντόμως πίπτοντας ἀσχέτῳ φόβῳ, πρῶτον μὲν αὑτοῦ δυσσεβεῖ τοὺς προστάτας καὶ θᾶττον ἠτίμωσε τοὺς τιμωμένους ὕδωρ κενώσας καὶ τὸ πῦρ κατασβέσας. καπνοῦ δὲ πολλὰς συγχύσεις ποιούμενος κλέπτει τὸ φεύγειν καὶ σχεδιάζει τὸν γνόφον, καὶ νύκτα ποιεῖ καινοτομῶν τὴν ἡμέραν· εὑρών τε κρημνοὺς καὶ στενὰς διεξόδους λοξάς τε πετρῶν ἐξοχὰς καὶ δυσβάτους, ὠθεῖ καλύψας τῷ γνόφῳ τὰ τάγματα καὶ τὰς ἐκείνων δυστυχεῖς συνοικίας πρὸς ἄκρον ὕψος καὶ κατάρροπον βάθος. ἐντεῦθεν αὐτοῖς συμφορῶν πολυτρόπων συμπτωμάτων τε καὶ φόνων καὶ κλασμάτων κίνδυνος ηὐτρέπιστο συντριβῆς γέμων. καί πού τις αὐτῶν ἐξ ἀνάγκης ηὔξατο ἐλθεῖν καθ' αὑτοῦ συντομώτερον ξίφος· ἄλλος δὲ νώτοις ἱππικοῖς ἐφιζάνων μετέωρος ἤρθη τῇ βίᾳ τοῦ σφίγματος· πολλοῖς δὲ τεῖχος τὰς καμηλείους τότε πλευρὰς κατεσκεύαζεν ἡ περίστασις· κρημνούς τε πάντες ἀγρίων αἰγῶν δίκην φυγῆς ἀνεξίχνευον ἐκπηδήματα. ἡ σὴ δὲ πᾶσα τοῦ στρατοῦ συνοικία βλέποντες εὐφραίνοντο τῇ θείᾳ κρίσει τὰ τῆς παραδόξου θαύματα στρατηγίας· βολὴ γὰρ οὐκ ἦν ἐπτερωμένου βέλους